Column XLI
...κε...
...ἐπὶ το...
...ιδ...φυσικοις, και κα...
...υ ρα...αι τὰ σημεῖα. καὶ γὰρ ἱερῶμ πρεπόντον
ἀφθονίαν ἄνθρωποι πρὸ εὐχῶμ φέρουσιν· ἕκαστογ γὰρ
μερίδι νείμαντες...εὐχη...αι.
ὥσθ’ ὑπέθηκεν, ὥσπερ φυσικός, χρῆσαί τινα θεοπρόπον
κατὰ τὰ σημαινόμενα εὐχαῖς. ὅταν δὲ πρὸ τῶν
τελετῶν καί ωσιν ἀνημμένα πόπανα, ὁ διὰ τοιούτων
χρησμὸς ἀπ’ εὐχῆς παραδηλούμενος σφίσιμ ποεῖ βουλὴν
ἕνεκα τοῦ πυρός. ὕδατος δ’ εἷναι δελοῖ τὰ πόπανα σημεῖα.
καὶ γάρ ἐστιν ἕκαστα σεμεῖα ἀνθρώποις, ...
...ους καὶ τἄλλ’ ὅσα φέρουσι...
...
Column XLII
...
...σι μαντ...
...ἑκάστωι ἰατρ...
...φοβεροῖσι· εκ...
ε...οὐδέποτε θεοῖς
ολ...πά̣ντας χύτρη
λ...ἄδικον ἔλεγον ἰόντι
...μουμεντ...
καὶ...
...
...
...ει
...
Column XLIII
...ὑπελάμ βαν...
...α̣ Δίκης...ωι
...κ...ας...αἱ Ἐρινύες ψυχα εἰσι. τὰς γὰρ
ψυχάς, ὧγ γίνεται τὰ ἱερά, τιμῶσιν οἱ τοκεῦσι πικροί,
μὴ Δίκε ἐξώλεας ποιῆι, χοαῖς σταγόσιν Ἐρινύων. οἱ δὲ
δαίμονες, οἳ κατὰ τοὺς μάγους τιμὰς ἀέξουσι τῶν
θεῶν ὑπηρέται Δίκης, παρ ἑκάστοὶς ὅρκοι μεγάλοι
εἰσίν, ὅπωσπερ ἀλιτήριος θεός, τοῖς τὸ φοβερὸν συννοῖς·
αἰτίην δ’ ἔχουσι τοῦ ποεῖν τούτους τὰ ἄοινα ἱερά,
οἵους πα...ιελ...τοκέων. καὶ
τοὺς τα...τ̣ο...
...τοῦ δέους...
...περιέχει κ...
...μ...μᾶλλον
...
Column XLIV
...
τοῦ ε...ων
ὁ κείμενα μεταθεὶς...ἐκδοῦναι
μᾶλλον ἢ τίνεται...· τὰ τῆς τύχης γὰρ
οὐκ εἴα λαμμάνειν. ἆρ’ οὕτως ἔχει ἐκ τῶνδε κόσμος;
κατὰ μέτρα Ἡράκλε̣ιτος μαρτυρεῖ ὅτι τὰ κοινὰ
κατατιμωρεῖ τἄκνν ισα, ὅσπερ ἴκελ α ἱερολόγωι λέγων ἔφη·
“ἥλιος κόσμου κατὰ φύσιν, ἀνθρωπηίου εὖρος ποδός ἐστι,
τοὺς οὔρους οὐχ ὑπερβάλλων· εἰ γάρ τι οὔρους ἑωυτοῦ
ἐκβήσεται, Ἐρινύες νινἐξευρήσουσι, Δίκης ἐπίκουροι,
ὅκως μὴ μέτρον ὑπερβατὸμ ποιῆι κ...·”
...νθύουσι...
...α Δίκης...
...μηνιτακ...
...ξηται το...
...
Column XLV
τὰ ἐν Ἅιδου δεινὰ...· οἱ δὲ μύσται, οὐ
χρηστηριαζόμενοι ὁποία ἡ τοιούτων δύναμις, οὐδὲ
χρηστηριάζονται ἐκ τοῦ ταῦτα φυγεῖμ πόθου. καὶ
αὐτοῖς πάριμεν εἰς τὸ μαντεῖον ἐπερωτήσοντες
τῶμ μαντευομένων ἕνεκεν, εἰ θέμις, ἐκ τοῦ καὶ
ἐν Ἅιδου δεινά. τί ἀπιστοῦσι; οὐ γινώσκοντες ἐνύπνια
οὐδὲ τῶν ἄλλωμ πραγμάτον ἕκαστα τἄτοπα, ποῖον ἂν
παραδειγμάτωμ πιστεύοιεν; ὑπὸ τῆς γὰρ ἁμαρτίης
καὶ τῆς ἄλλης ἡδονῆς νενικημένοι, οὐ μανθάνουσιν
οὐδὲ πιστεύουσι. ἀπιστίη δὲ χἀμαθίη ταὐτό· ἢγ γὰρ
μὴ μανθάνωσιμ μηδὲ γινώσκωσιν, οὐ δυνήσονται
πιστεύειν καὶ ὁρῶντες ἐνύπνια...
...τὴν ἀπιστί ην...
...φαίνεται...
...
Column XLVI
...σπονδαὶ καὶ θυσίαι μειλίσσουσι τὰς ψυχάς.
ἐπαοιδὴ δὲ τῶμ μάγων δύναται δαίμοναος ἐμποδὼν
γινομένους μεθιστάναι. δαίμονες ἐμποδὼνἐόντες
ψυχαὶνοητέοι· τὴν θυσίην τούτου ἕνεκεμ ποιοῦσιν
οἱ μάγοι ̣ ὡσπερεὶ ποινὴν ἀποδιδόντες. τοῖς δὲ
ἱεροῖς ἐπισπένδουσιν ὕδωρ καὶ γάλα, ἐξ ὧμπερ καὶ τὰς
χοὰς ποιοῦσι. ἀνάριθμα καὶ πολυόμφαλα τὰ πόπανα
θύουσιν, ὅτι καὶ αἱ ψυχαὶ ἀνάριθμοί εἰσι. μύσται
Εὐμενίσι προθύουσι κατὰ ταὐτὰ μάγοις· Εὐμενίδες γὰρ
ψυχαί εἰσιν. ὧν ἕνεκα οἱ θέλοντες ἱερὰ θεοῖς θύειν
φορτίον πρότερον ἀείρουσιμ ψυχαῖς·̣ πονέ ονται
γάρ, ὥστε καὶ τὸ κα̣...ι.
εἰσὶ δὲ ψυχαί, ...
ὅσαι δὲ...
φό̣β̣ου...
...
φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι.
...
Column XLVII
...απ...
...οςε...ἀπιστ..., εἰ τὴν
ἀοιδὴν ὀκνοίη καὶ θεμιτὰ λέγουσαν. ἔφθαρτ ο γὰρ
τῆι ποήσει, καὶ εἰπεῖν οὐχ οἷόν τ’ ἦν τὴν τῶν ὀνομάτων
θέσιγ καὶ τὰ ῤῥηθέντα. ἔστι δὲ μυστικὴ ἡ πόησις
καὶ ἀνθρώποις αἰνιγματώδης, κεἰ Ὀρφεὺς αὐτὸς
ἐρίστ’ αἰνίγματα οὐκ ἔθελε λέγειν, ἐν αἰνίγμασ ιν δὲ
μεγάλα. ἱερολογεῖται μὲν οὖγ καὶ ἀπὸ τοῦ πρώτου
καὶ μέχρι τοῦ τελευταίου ῥήματος, ὡς δηλοῖ καὶ ἐν τῶι
εἰσαγινητῶι ἔπει. “θύρας” γὰρ “ἐπιθέσθαι” ὁ κελεύσας τοῖς
ὠσὶν αὐτὸς θεοὺς οὐκ ἀσεβεῖμ φησιν τοῖς πολλοῖς,
ἀλλὰ διδάσκειν τοὺς τὴν ἀκοὴν διατηροῦντας καθαρήν.
...η...υειτ...
...· καὶ ἐν τούτωι τῶι ἔπει...ω...
...οὐ δῆλοῖ, ἐν δὲ τῶι ἐχομένωι πάνυ δηλοῖ·
"Ζῆνα θεῶν τὸν ἄριστον, ὅτεο ἔργ’ οὐκ ἀτέλεστα,
ἄισομει ἀθανάτους τε θεοὺς κατὰ μακρὸν Ὄλυμπον."
...
COLUMN XLVIII
...ἐδήλωσεν ἐν τῶιδε τῶι ἔπει·
"οἳ Διὸς ἐξεγένοντο ὑπερμενέος βασιλῆος."
ὅπως δ’ ἀρχεται ἐν τῶιδε δηλοῖ·
"Ζεὺς μὲν ἐπεὶ δὴ πατρός ἑοῦ πάρα θέσφατον ἀρχὴν
ἀλκήν τ’ ἐν χείρεσσι ἔλαβεν καὶ δαίμονα κυδρόν."
ταῦτα τὰ ἔπη ὑπερβατὰ ἐόντα λανθάνει·
ἔστιν δ’ ὧδ’ ἔχοντα· "Ζεὺς μὲν ἐπεὶ τὴν ἀλκὴν
παρὰ πατρὸς ἑοῦ ἔλαβεν καὶ δαίμονα κυδρόν."
οὕτω δ’ ἔχοντα οὐκ ἁκούειν τὸν Ζᾶνα ἐπικρατεῖ
τοῦ πατρὸς ἀλλὰ τὴν ἀλκὴν λαμβάνειν παρ αὐτοῦ.
ἄλλως δ’ ἔχοντα παρὰ θέσφατα δόξειεν ἂν λαβεῖν
τὴν ἀλκήν· ἔοικεν γὰρ τούτωι μα...
...κατ’ ἀνάγκην νομίζοιτ...
...καὶ μαθὼν το...
...
Column XLIX
εἶναι· τὴν ἀρχὴν οὖν τοῦ ἰσχυροτάτου ἐπόησεν
εἰναι ὡσπερεὶ παῖδα πατρός. οἱ δὲ οὐ γινώσκοντες
τὰ λεγόμενα δοκοῦσι τὸν Ζᾶνα παρὰ τοῦ αὑτοῦ
πατρὸς τὴν ἀλκήν τε καὶ τὸν δαίμονα λαμβάνειν.
γινώσκον οὖν τὸ πῦρ ἀναμεμειγμένον τοῖς
ἄλλοις ὅτι ταράσσοι καὶ κωλύοι τὰ ὄντα συνίστασθαι
διὰ τὴν θάλψιν ἐξαλλάσσει ὅσον τε ἱκανόν ἐστιν
ἐξαλλαχθὲν μὴ κωλύειν τὰ ὄντα συμπαγῆναι.
ὅσα δ’ ἂν ἁφθῆι ἐπικρατεῖται, ἐπικρατηθὲν δὲ μίσγεται
τοῖς ἄλλοις. ὅτι δ’ "ἐν χειρεσσιν ἔλαβεν" ἠινίζετο
ὥσπερ τἀλλα τὰ πρὶν μὲν ἄδηλα φαινόμενα, ἀλλὰ
βεβαιότατα νοηθέντα. αἰνιζόμενος οὖν ἰσχυρῶς
ἔφη τὸν Ζᾶνα τὴν ἀλκὴν λαβεῖν καὶ τὸν δαίμονα
ὡσπερεὶ ε...ου ἰσχυροῦ
...
Column L
καὶ λέγειν· οὐδὲ γὰρ λέγειν οἷόν τε μὴ φωνοῦντα·
ἐνόμιζε δὲ τὸ αὐτὸν εἶναι τὸ λέγειν τε καὶ φωνεῖν.
λέγειν δὲ καὶ διδάσκειν τὸ αὐτὸ δύναται· οὐ γὰρ
οἷόν τε διδάσκειν ἄνευ τοῦ λέγειν ὅσα διὰ λόγων
διδάσκεται· νομίζεται δὲ τὸ διδάσκειν ἓν τῶι
λέγειν εἶναι. οὐ τοίνυν τὸ μὲν διδάσκειν ἐκ τοῦ
λέγειν ἐχωρίσθη τὸ δὲ λέγειν ἐκ τοῦ φωνεῖν,
τὸ δ’ αὐτὸ δύναται φωνεῖν καὶ λέγειν καὶ διδάσκειν.
οὕτως οὐδὲν κωλύει "πανομφεύουσαν" καὶ πάντα
διδάσκουσαν τὸ αὐτὸ εἶναι.
"τροφὸν" δὲ λέγων αὐτὴν αἰνίζεται ὅτι ἅσσα
ὁ ἥλιος θερμαίνον διαλύει ταῦτα ἡ νὺξ ψύχουσα
συνίστησι...ἅσσα ὁ ἥλιος ἐθερμ...
...τα...
...
Column LI
τῆς Νυκτός. "ἐξ ἀδύτοιο" δ’ αὐτὴν λέγει "χρῆσαι"
γνώμην ποιούμενος ἄδυτον εἶναι τὸ βάθος
τῆς νυκτός· οὐ γὰρ δύνει ὥσπερ τὸ φῶς, ἀλλά νιν
ἐν τῶι αὐτῶι μένον αὐγὴ καταλαμβάνει.
χρῆσαι δὲ καὶ ἀρκέσαι ταὐτὸ δύναται.
σκέψασθαι δὲ χρὴ ἐφ’ ὧι κεῖται τὸ ἀρκέσαι
καὶ τὸ χρῆσαι.
'χρᾶν τόνδε τὸν θεὸν νομίζοντες ἔρχονται
πευσόμενοι ἅσσα ποῶσι.' τὰ δ’ ἐπὶ τούτωι λέγει·
"ἡ δὲ ἔχρησεν ἅπαντα τά οἱ θέμις ἦν ἀνύσασθαι."
...θεὶς ἐδήλωσεν ὅτι ο...ε
...ι παρὰ τὰ ἐόντα...
...αι οἷόν τ...
...σθαι συ...
...
Column LII
καὶ ἀφα...· τὸ δ’ ἐχόμενον ἕπος ὧδ’ ἔχει·
"ὡς ἂν ἔχοι κάτα καλὸν ἕδος νιφόεντος Ὀλύμπου."
Ὄλυμπος καὶ χρόνος τὸ αὐτόν. οἱ δὲ δοκοῦντες
Ὄλυμπον καὶ οὐρανὸν ταὐτὸ εἶναι ἐξαμαρτάνουσιν,
οὐ γινώσκοντες ὄξαμαρτάνοι. ὁ δὲ ὅπου μὲν
'οὐρανὸν' θέλοι λέγειν, τὴν προσθήκην 'εὐρὺν'
ἐποιεῖτο, ὅπου δ’ 'Ὄλυμπον', τοὐναντίον 'εὐρὺν' μὲν
οὐδέποτε, 'μακρὸν' δέ. 'νιφόεντα' δὲ φήσας εἶναι
τῆι δυνάμει εἰκάζει χρόνον τῶι νιφετώδει.
τὸ δὲ νιφετῶδες ψυχρόν τε καὶ λευκόν ἐστι.
...λαμπρ...πολιὸν δ’ ἀέρα
...ια καὶ τα...
...τοδε...
...
Column LIII
"Ζεὺς μὲν ἐπεὶ δὴ πατρὸς ἑοῦ πάρα θέσφατ’ ἀκούσας"
οὔτε γὰρ τόδε ἤκουσεν, ἀλλὰ δεδήλωται ὅπως
ἤκουσεν, οὔτε ἡ νὺξ κελεύει. ἀλλὰ δηλοῖ ὧδε λέγων·
"αἰδοῖον κατέπινεν, ὃς αἰθέρα ἔκθορε πρῶτος."
ὅτι μὲν πᾶσαν τὴν πόησιν περὶ τῶν πραγμάτων
αἰνίζεται καθ’ ἔπος ἕκαστον ἀνάγκη λέγειν.
ἐν τοῖς αἰδοίοις ὁρῶν τὴν γένεσιν τοὺς ἀνθρώπους
νομίζοντας εἶναι τούτωι ἐχρήσατο, ἄνευ δὲ τῶν
αἰδοίων οὐ γίνεσθαι, αἰδοίωι εἰκάσας τὸν ἥλιον·
ἄνευ γὰρ τοῦ ἡλίου τὰ ὄντα τοιαῦτα οὐχ οἷόν τε
γίνεσθαι...ένων τῶν ἐόντων...
ἠρεμεῖν...διὰ τὸν ἥλιον πάντα ὁμοίως...
...οὐδ’ ἐοῦσιν ου...
...περιέχειν...
...
Column LIV
ἐκθόρηι τὸν λαμπρότατόν τε καὶ θερμότατον
χωρισθὲν ἀφ’ ἑωυτοῦ. τοῦτον οὖν τὸν Κρόνον
γενέσθαι φησὶν ἐκ τοῦ Ἡλίου τῆι Γῆι, ὅτι αἰτίαν ἔσχε
διὰ τὸν ἥλιον κρούεσθαι πρὸς ἄλληλα.
διὰ τοῦτο λέγει "ὃς μέγ’ ἔρεξεν." τὸ δ’ ἐπὶ τούτωι·
"Οὐρανὸς Εὐφρονίδης, ὃς πρώτιστος βασίλευσεν."
κρούοντα τὸν Νοῦν πρὸς ἄλληλα Κρόνον ὀνομάσας
μέγα ῥέξαι φησὶ τὸν Οὐρανόν· ἀφαιρεθῆναι γὰρ
τὴν βασιλείαν αὐτὸν καὶ τἆλλα κατὰ τὸν αὐτὸν λόγον.
τῶν ἐόντων γὰρ ἁπάντον οὔπω κρουομένων,
ὁ Νοῦς ὡς ὁρίζον φύσιν τὴν ἐπωνυμίαν ἔσχεν
Οὐρανός. ἀφαιρεῖσθαι δ’ αὐτόν φησι τὴν βασιλείαν
κρουομένων τῶν ἐόντων...ντα
...
Column LV
κρούειν αὐτὰ πρὸς ἄλληλα καὶ ποήσηι τὸ πρῶτον
χωρισθέντα διαστῆναι δίχ’ ἀλλήλων τὰ ἐόντα·
χωριζομένου γὰρ τοῦ ἡλίου καὶ ἀπολαμβανομένου
ἐν μέσωι πήξας ἴσχει καὶ τἄνωθε τοῦ ἡλίου
καὶ τὰ κάτωθεν. ἐχόμενον δὲ ἔπος·
"ἐκ τοῦ δὴ Κρόνος αὖτις, ἕπειτα δὲ μητίετα Ζεύς·"
λέγει τι 'ἐκ τοῦδε ἀρχή ἐστιν, ἐξ ὅσου βασιλεύει ἥδε
ἀρχή'. διηγεῖται Νοῦς τὰ ὄντα κρούων πρὸς ἄλληλα
διαστήσας τε πρὸς τὴν νῦν μετάστασιν οὐκ ἐξ ἑτέρων
ἕτερ ἀλλ’ ἑτεροῖα ποεῖν.
τὸ δ’ "ἔπειτα δὲ μητίετα Ζεύς·" ὅτι μὲν οὐχ ἕτερος
ἀλλὰ ὁ αὐτὸς δῆλον· σημαίνει δὲ τόδε·
"μῆτιν κα...εν βασιληίδα τιμήν
εσ...αι ἶνας ἀπ...
ει...
...
Column LVI
αἰδοῖον τὸν ἥλιον ἔφησεν εἶναι δεδήλωται· ὅτι δὲ
ἐκ τῶν ὑπαρχόντων τὰ νῦν ὄντα γίνεται λέγει·
"Πρωτογόνου βασιλέως αἰδοίου· τῶι δ’ ἄρα πάντες
ἀθάνατοι προσέφυν μάκαρες θεοὶ ἠδὲ θέαιναι
καὶ ποταμοὶ καὶ κρῆναι ἐπήρατοι ἄλλα τε πάντα,
ἄσσα τότ’ ἧν γεγαῶτ’, αὐτὸς δ’ ἄρα μοῦνος ἔγεντο."
ἐν τούτοις σημαίνει ὅτι τὰ ὄντα ὑπῆρχεν ἀεί, τὰ δὲ
νῦν ἐόντα ἐκ τῶν ὑπαρχόντων γίνεται. τὸ δὲ
"αὐτὸς δὲ ἄρα μοῦνος ἔγεντο"· τοῦτο δὲ λέγων δηλοῖ
ἀεὶ τὸν Νοῦν πάντων ἄξιον εἶγαι μόνον ἐόντα,
ὡσπερεὶ μηδὲν τἆλλα εἴη· οὐ γὰρ οἶόν τε δι αὐτὰ εἶναι
τὰ νῦν ἐόντα ἄνευ τοῦ Νοῦ. ἔτι δὲ ἐν τῶι ἐχομένωι
ἔπει τούτου ἄξιον πάντων τὸν Νοῦν ἔφησεν εἶναι·
"νῦν δ’ ἑστὶν βασιλεὺς πάντων καί τ’ ἔσσετ’ ἔπεια."
δῆλον ὅτι Νοῦς καὶ πάντων βασιλεύς ἐστι ταὐτόν.
...
Column LVII
πρότερον ἧν πρὶν ὀνομασθῆναι, ἔπειτα ὠνομάσθη·
ἦν γὰρ καὶ πρόσθεν ὢν ἤ τὰ νῦν ἐόντα συσταθῆναι
ἀὴρ καὶ ἔσται ἀεί· οὐ γὰρ ἐγένετο, ἀλλὰ ἦν. δι ὅ τι δὲ
ἀὴρ ἐκλήθη δεδήλωται ἐν τοῖς προτέροις. γενέσθαι δὲ
ἐνομίσθη ἐπείτ’ ὠνομάσθη Ζεύς, ὡσπερεὶ πρότερον
μὴ ἐών. καὶ "ὕστατον" ἔφησεν ἔσεσθαι τοῦτον, ἐπείτ’
ὠνομάσθη Ζεὺς καὶ τοῦτο αὐτῶι διατελεῖ ὄνομα ὄν,
μέχρι εἰς τὸ αὐτὸ εἶδος τὰ νῦν ἐόντα συνεστάθη
ἐν ὧιπερ πρόσθεν ἐόντα ἠιωρεῖτο. τὰ δ’ ἐόντα δηλοῖ
γενέσθαι τοιαῦτα διὰ τοῦτον καὶ γενόμενα πάλιν
ἐν τούτωι...σημαίνει δ’ ἐν τοῖς ἔπεσι τοῖσδε·
"Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται."
κεφαλὴν...τὰ ὄντ’ αἰνίζεται...
κεφαλη...ἀρχὴ γίνεται συστάσεως
δ...συσταθῆναι ν...
...
Column LVIII
καὶ τὰ κάτω φερόμενα. τὴν δὲ "Μοῖραν" φάμενος δηλοῖ
τήνδε γῆν καὶ τἆλλα πάντα εἶναι
ἐν τῶι ἀέρι πνεῦμα ἐόν. τοῦτ’ οὖν τὸ πνεῦμα Ὀρφεὺς
ὠνόμασεν Μοῖραν. οἱ δ’ ἄλλοι ἄνθρωποι κατὰ φάτιν 'Μοῖραν
ἐπικλῶσαι' φασὶν 'σφίσιν' καὶ 'ἔσεσθαι ταῦθ’ ἅσσα Μοῖρα
ἐπέκλωσεν', λέγοντες μὲν ὀρθῶς, οὐκ εἰδότες δὲ
οὔτε τὴν Μοῖραν ὅ τι ἐστὶν οὔτε τὸ ἐπικλῶσαι. Ὀρφεὺς γὰρ
τὴν φρόνησιν Μοῖραν ἐκάλεσεν· ἐφαίνετο γὰρ αὐτῶι
τοῦτο προσφερέστατον εἶναι ἐξ ὧν ἅπαντες ἄνθρωποι
ὠνόμασαν· πρὶν μὲν γὰρ κληθῆναι Ζῆνα, ἦν Μοῖρα
φρόνησις τοῦ θεοῦ ἀεί τε καὶ διὰ παντός· ἐπεὶ δ’ ἐκλήθη
Ζεύς, γενέσθαι αὐτὸν ἐνομίσθη, ὄντα μὲν καὶ πρόσθεν
ὀνομαζόμενον δ’ οὔ. διὰ τοῦτο λέγει "Ζεὺς πρῶτος
γένετο·" πρῶτον γὰρ ἦν Μοῖρα φρόνησις, ἔπειτα δ’ ἱερεύθη
Ζεὺς ὤν. οἰ δ’ ἄνθρωποι οὐ γινώσκοντες τὰ λεγόμενα
ὡς πρωτόγονον ὄντα θεὸν νομίζουσι τὸν Ζῆνα...
...
Column LIX
ἐκ τοῦ δὲ τὰ ἐόντα ἓν ἕκαστον κέκληται ἀπὸ τοῦ
ἑπικρατοῦντος, Ζεὺς πάντα κατὰ τὸν αὐτὸν
λόγον ἐκλήθη· πάντον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ
τοσοῦτον ὅσον βούλεται. 'Μοῖραν' δ’ 'ἐπικλῶσαι'
λέγοντες τοῦ Διὸς τὴν φρόνησιν ἐπικυρῶσαι
λέγουσιν τὰ ἐόντα καὶ τὰ γινόμενα καὶ τὰ μέλλοντα,
ὅπως χρὴ γενέσθαι τε καὶ εἶναι καὶ παύσασθαι.
βασιλεῖ δὲ αὐτὸν εἰκάζει (τοῦτο γάρ οἱ προσφέρειν
ἐφαίνετο ἐκ τῶν λεγομένων ὀνομάτων) λέγων ὦδε·
"Ζεὺς βασιλεὺς, Ζεὺς δ’ ἀρχὸς ἁπάντων ἀργικέραυνος."
βασιλέα ἔφη εἶναι ὅτι πολλῶν τῶν ἀρχῶν μία
πασῶν κρατεῖ καὶ πάντα τελεῖ ἅπερ θνητῶν οὐδενὶ
ἄλλωι ἔξεστιν τελέσαι·...ν...ευ...
...ἀρχὸν δὲ ἁπάντων ἔφη εἶναι αὐτὸν
ὅτι πάντα ἀρχεται δια...δε
...
Column LX
ἀνθρώπων ἐν πόλεσιν ἐπιτελέσαντες τὰ ἱερὰ εἶδον,
ἔλασσόν σφας θαυμάζω μὴ γινώσκαιν· οὐ γὰρ οἷόν τε
ἀκοῦσαι ὁμοῦ καὶ μαθεῖν τὰ λεγόμενα· ὅσοι δὲ παρὰ τοῦ
τέχνην ποιουμένου τὰ ἱερά, οὖτοι ἄξιοι θαυμάζεσθαι
καὶ οἰκτείρεσθαι· θαυμάζεσθαι μὲν ὅτι δοκοῦντες
πρότερον ἢ ἐπιτελέσαι εἰδήσειν ἀπέρχονται ἐπιτελέσαντες
πρὶν εἰδέναι οὐδ’ ἐπανερόμενοι ὤσπερ
ὡς εἰδότες τέων εἶδον ἢ ἤκουσαν ἢ ἔμαθον· οἰκτείρεσθαι δὲ
ὅτι οὐκ ἀρκεῖ σφιν τὴν δαπάνην προανηλῶσθαι, ἀλλὰ
καὶ τῆς γνώμης στερόμενοι πρὸς ἀπέρχονται.
πρὶν μὲν τὰ ἱερὰ ἐπιτελέσαι ἐλπίζοντες εἰδήσειν,
ἐπιτελέσαντες δὲ στερηθέντες καὶ τῆς ἑλπίδος ἀπέρχονται.
τω...υοντ...λόγος...ται...να
...ι τῆι ἑαυτοῦ ο... μητρὶ μὲν
...δ’ ἀδελφη...ωσειδε
...
Column LXI
οὔτε τὸ ψυχρὸν τῶι ψυχρῶι. "θόρνηι" δὲ λέγων δηλοῖ
ὅτι ἐν τῶι ἀέρι κατὰ μικρὰ μεμερισμένα ἐκινεῖτο
καὶ ἐθόρνυτο, θορνύμενα δ’ ἕκαστα συνεστάθη
πρὸς ἄλληλα. μέχρις δὲ τούτου ἐθόρνυτο, μέχρι
ἕκαστον ἦλθεν εἰς τὸ σύνηθες. Ἀφροδίτη Οὐρανία
καὶ Ζεὺς καὶ ἀφροδισιάζειν καὶ θόρνυσθαι καὶ Παιθὼ
καὶ Ἁρμονία τῶι αὑτῶι θεῶι ὄνομα κεῖται. ἀνὴρ
γυναικὶ μισγόμενος ἀφροδισιάζειν λέγεται κατὰ
φάτιν· τῶν γὰρ νῦν ἐόντων μιχθέντων ἀλλήλοις
Ἀφροδίτη ὡνομάσθη· Πειθὼ δ’ ὅτι εἷξεν τὰ ἐόντα
ἀλλήλοισιν· εἴκειν δὲ καὶ πείθειν τὸ αὐτόν· Ἁρμονία δὲ
ὅτι πολλὰ ἥρμοσε τῶν ἑόντων ἑκάστωι.
ἦν μὲν γὰρ καὶ πρόσθεν, ὡνομάσθη δὲ γενέσθαι ἐπεὶ
διεκρίθη·...διακριθῆναι δηλοῖ οτ...τεις
...κρατεῖ ὥστε δι...
...ν...νῦν
...
Column LXII
πάντ’ οὖν ὁμοίως ὡνόμασεν ὡς κάλλιστα ἡδύνατο,
γινώσκων τῶν ἀνθρώπων τὴν φύσιν, ὅτι οὐ πάντες
ὁμοίαν ἔχουσιν οὑδὲ θέλουσιν πάντες ταὐτά·
κρατιστεύοντες λέγουσι ὅ τι ἂν αὐτῶν ἑκάστωι
ἐπὶ θυμὸν ἔλθηι, ἅπερ ἅν θέλοντες τυγχάνωσι,
οὑδαμὰ ταὐτά, ὑπὸ πλεονεξιας, τὰ δὲ καὶ ὑπ’ ἀμαθίας.
Γῆ δὲ καὶ Μήτηρ καὶ Ῥέα καὶ Ἥρη ἡ αὐτή. ἐκλήθη δὲ
Γῆ μὲν νόμωι, Μήτηρ δ’ ὅτι ἐκ ταύτης πάντα γίνεται,
Γῆ καὶ Γαῖα κατὰ γλῶσσαν ἑκάστοις. Δημήτηρ δὲ
ὠνομάσθη ὥσπερ ἡ Γῆ Μήτηρ, ἐξ ἀμφοτέρων ἓν ὄνομα·
τὸ αὐτὸ γὰρ ἦν. -- ἔστι δὲ καὶ ἐν τοῖς Ὕμνοις εἰρημένον·
"Δημήτηρ Ῥέα Γῆ Μήτηρ Ἑστία Δηιώι". καλεῖται γὰρ
καὶ Δηιὼ ὅτι ἐδηϊώθη ἐν τῆι μείξει· δηλώσει δὲ λίαν
κατὰ τὰ ἔπη γεννᾶν. Ῥέα δ’ ὅτι πολλὰ καὶ ποικίλα
ζῶια ἔφυ ἐκρεύσαντα ἑξ αὐτῆς, Ῥέα καὶ Ῥείη
κατὰ γλῶσσαν ἑκάστοις. Ἥρη δ’ ἐκλήθη ὅτι
...
Column LXIII
τοῦτο τὸ ἔπος παραγωγὸν πεπόηται καὶ τοῖς μὲν
πολλοῖς ἄδηλόν ἐστιν, τοῖς δὲ ὀρθῶς γινώσκουσιν
εὔδηλον ὅτι "Ὠκεανός" ἐστιν ὁ ἀήρ, ἀὴρ δὲ Ζεύς.
οὔκουν "ἐμήσατο" τὸν Ζᾶνα ἕτερος Ζεύς, ἀλλ’ αὐτὸς
αὑτῶι "σθένος μέγα". οἱ δ’ οὐ γινώσκοντες τὸν
Ὠκεανὸν ποταμὸν δοκοῦσιν εἶναι ὅτι "εὐρὺ ῤέοντα"
προσέθηκεν. -- ὁ δὲ σημαίνει τὴν αὑτοῦ γνώμην
ἐν τοῖς λεγομένοις καὶ νομιζομένοις ῥήμασι.
καὶ γὰρ τῶν ἀνθρώπων τοὺς μέγα δυνατοῦντας
'μεγάλους' φασὶ 'ῥυῆναι'. τὸ δ’ ἐχόμενον·
"ἶνας δ’ ἐγκατέλεξ’ Ἀχελωΐου ἀργυροδίνεω."
τῶι ὕδατι ὅλως τίθησι Ἀχελῶιον ὄνομα. ὅτι δὲ
τασδινας ἐγκαταλέξαι ἐστὶ δε ἐγκατῶσαι·
τὴν γὰρ...των αυτ...
ἑκαστ...δε βουλ...
εν...οντε...
...
Column LXIV
ἴσα ἐστὶν ἐκ τοῦ μέσου μετρούμενα· ὅσα δὲ μὴ
κυκλοειδέα οὐχ οἷόν τε ἰσομελῆ εἶναι. δηλοῖ δὲ τόδε·
"ἣ πολλοῖς φαίνει μερόπεσσι ἐπ’ ἀπείρονα γαῖαν."
τοῦτο τὸ ἔπος δόξειεν ἂν τις ἄλλως ἐρῆσθαι, ὅτι,
ἢν ὑπερβάληι, μᾶλλον τὰ ἐόντα φαίνεται ἤ πρὶν
ὑπερβάλλειν, ὁ δὲ οὐ τοῦτο λέγει, φαίνειν αὐτήν·
εἰ γὰρ τοῦτο ἔλεγε, οὐκ ἂν "πολλοῖς" ἔφη φαίνειν αὐτήν,
ἀλλὰ 'πᾶσιν' ἅμα τοῖς τε τὴν γῆν ἑργαζομένοις
καὶ τοῖς ναυτιλλομένοις. ὁπότε χρὴ πλεῖν τούτοις
τὴν ὥραν. εἰ γὰρ μὴ ἦν σελήνη. οὐκ ἂν ἐξηύρισκον
οἱ ἄνθρωποι τὸν ἀριθμὸν οὔτε τῶν ὡρέων οὔτε τῶν
ἀνέμων...καὶ τἆλλα πάντα...ην
εκ...σα εν...ει
...θατω...ι
...νητουτ...
...ἄλλα ἐόντα...ς
...φης...
...
Column LXV
καὶ λαμπρότητα· τὰ δ’ ἐξ ὧν ἡ σελήνη λευκότατα μὲν
τῶν ἄλλων κατὰ τὸν αὐτὸν λόγον μεμερισμένα,
θερμὰ δ’ οὐκ ἔστι. ἔστι δὲ καὶ ἄλλα νῦν ἐν τῶι ἀέρι ἑκὰς
ἀλλήλων αἰωρούμεν’, ἀλλὰ τῆς μὲν ἡμέρης ἄδηλ’ ἐστὶν
ὑπὸ τοῦ ἡλίου, ἐπικρατεῖται δὲ διὰ σμικρότητα.
αἰωρεῖται δ’αὐτῶν ἕκαστα ἐν ἀνάγκηι, ὡς ἂν μὴ συνίηι
πρὸς ἄλληλα· εἰ γὰρ μή, συνέλθοι ἂν ἀλέα ὄσα τὴν αὐτὴν
δύναμιν ἐχει, ἐξ ὧν ὁ ἥλιος συνεστάθη. τὰ νῦν ἐόντα
ὁ θεὸς εἰ μὴ ἤθελεν εἶναι, οὐκ ἃν ἐπόησεν ἥλιον. ἐποίησε δὲ
τοιοῦτον καὶ τοσοῦτον γινόμενον οἷος ἐν ἀρχῆι τοῦ λόγου
διηγεῖται. τὰ δ’ ἐπὶ τούτοις ἐπίπροσθε ποιεῖται
οὐβουλόμενος πάντας γινώσκειν. ἐν δὲ τῶιδε σημαίνει·
"οὐτὰρ ἐπεὶ δὴ πάντα Διὸς φρὴν μήσατο ἔργα."
...τρονη...
...πηγι...
...ων...
...
Column LXVI
"μητρὸς" μὲν ὅτι μήτηρ ὁ Νοῦς ἐστιν τῶν ἄλλων,
"ἐᾶς" δὲ ὅτι ἀγαθῆς. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν
ὅτι ἀγαθὴν σημαίνει·
"Ἑρμῆ Μαιάδος υἱὲ διάκτορε δῶτορ ἐάων."
δηλοῖ δὲ καὶ ἐν τῶιδε·
"δοιοὶ γάρ τε πίθοι κατακήαται ἐν Διὸς οὔδει
δώρων, οἷα διδοῦσι, κακῶν, ἕτερος δέ τ’ ἐάων."
οἱ δὲ τὸ ῥῆμα οὐ γινώσκοντες δοκοῦσιν εἶναι
'μητρὸς ἑαυτοῦ’. ὁ δ’ εἴπερ ἤθελεν "ἑαυταῦ μητρὸς
ἐν φιλότητι" ἀποδεῖξαι "θέλοντα μιχτῆναι" τὸν
θεόν, ἐξῆν αὐτῶι γράμματα παρακλίναντα
'μητρὸς ἑοῖο' εἰπεῖν. οὕτω γὰρ ἄν 'ἑαυτοῦ' γίνοιτο,
υἱὸς δ’ αὐτῆς ἂν εἴη...δῆλον ὅτι...
...ἐν τῆι συγγ...ἀμφοτερ...
...ἀγαθη...α...
...ενα...
...