Ὀρφέως Ἀργοναυτικά

Ὦναξ Πυθῶνος μεδέων, ἑκατηβόλε, μάντι,
ὃς λάχες ἠλιβάτου κορυφῆς Παρνασσίδα πέτρην,
σὴν ἀρετὴν ὑμνῶ· σὺ δέ μοι κλέος ἐσθλὸν ὀπάσσαις·
πέμπε δ’ ἐπὶ πραπίδεσσιν ἐμαῖς ἐτυμηγόρον αὐδήν,
ὄφρα πολυσπερέεσσι βρότοις λιγύφωνον ἀοιδὴν
ἠπύσω Μούσης ἐφετμαῖς καὶ πηκτίδι πυκνῇ.
Νῦν γάρ σοι, λυροεργέ, φίλον μέλος ἀείδοντι
θυμὸς ἐποτρύνει λέξαι τά περ οὔ ποτε πρόσθεν
ἔφρασ’, ὅταν Βακχοῖο καὶ Ἀπόλλωνος ἄνακτος
κέντρῳ ἐλαυνόμενος φρικώδεα κῆλ’ ἐπίφασκον,
θνητοῖς ἀνθρώποισιν ἄκη, μεγάλ’ὄργια μύσταις·
ἀρχαίου μὲν πρῶτα Χάους ἀμέγαρτον ἀνάγκην,
καὶ Χρόνον, ὡς ἐλόχευσεν ἀπειρεσίοισιν ὑφ’ὁλκοῖς
Αἰθέρα καὶ διφυῆ περιωπέα κυδρὸν Ἔρωτα,
Νυκτὸς ἀειγνήτης πατέρα κλυτόν, ὃν ῥα Φάνητα
ὁπλότεροι κλήσκουσι βροτοί—πρῶτος γὰρ ἐφάνθη—·
Βριμοῦς τ’ εὐδυνάτοιο γονάς, ἠδ’ ἔργ’ ἀΐδηλα
Γιγάντων, οἳ λυγρὸν ἀπ’ Οὐρανοῦ ἐστάξαντο,
σπέρμα γονῆς τὸ πρόσθεν, ὅθεν γένος ἐξεγένοντο
θνητῶν οἳ κατὰ γαῖαν ἀπείριτον ἀιὲν ἔασι·
θητείαν τε Ζηνός, ὀρεσσιδρόμου τε λατρείαν
Μητρός, ἅ τ’ ἐν Κυβέλοις ὄρεσιν μητίσατο κούρην
Φερσεφόνην περὶ πατρὸς ἀμαιμακέτου Κρονίωνος·
Κασμίλου τε καὶ Ἡρακλέος περίφημον ἄμυξιν,
ὅργιά τ’ Ἰδαίων, Κορυβάντων τ’ ἄπλετον ἰσχύν.
Δήμητρός τε πλάνην καὶ Φερσεφόνης μέγα πένθος,
Θεσμοφόρος θ’ ὡς ἦν· ἠδ’ ἀγλαὰ δῶρα Καβείρων,
χρησμούς τ’ ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος,
Λῆμνόν τε ζαθέην ἠδ’ εἰναλίην Σαμοθρᾴκην·
αἰπεινήν τε Κύπρον καὶ Ἀδωναίην Ἀφροδίτην,
ὄργια Πραξιδίκης καὶ ὀρεινῆς νύκτας Ἀθηλῆς·
θρήνους τ’ Αἰγυπτίων καὶ Ὀσίριδος ἱερὰ χύτλα.
Ἀμφὶ δὲ μαντείης ἐδάης πολυπείρονας οἴμους
θηρῶν οἰωνῶν τε καὶ ἣ σπλάγχνων θέσις ἐστίν,
ἠδ’ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς
ψυχαὶ ἐφημερίων ὕπνῳ βεβολημέναι ἦτορ,
σημείων τεράτων τε λύσεις, ἄστρων τε πορείας,
ἁγνοπόλον τε καθαρμόν, ἐπιχθονίοις μέγ’ὄνειαρ,
ἱλασμούς τε θεῶν, φθιμένων τ’ ἐπινήχυτα δῶρα.
Ἄλλα δέ σοι κατέλεξ’ ἅ περ εἴσιδον ἠδ’ ἐνόησα,
Ταίναρον ἡνίκ’ ἔβην σκοτίην ὁδὸν Ἄϊδος εἴσω,
ἡμετέρῃ πίσυνος κιθάρῃ, δι’ ἔρωτ’ ἀλόχοιο·
ἠδ’ὅσον Αἰγυπτίων ἱερὸν λόγον ἐξελόχευσα,
Μέμφιν ἐς ἠγαθέην πελάσας ἱεράς τε πόληας
Ἄπιδος ἃς πέρι Νεῖλος ἀγάρροος ἐστεφάνωται·
πάντα μάλ’ ἀτρεκέως ἀπ’ ἐμῶν στέρνων δεδάηκας.
Νῦν δ’, ἐπεὶ ἀερόφοιτος ἀπέπτατο δήϊος οἶστρος,
ἡμέτερον δέμας ἐκπρολιπὼν εἰς οὐρανὸν εὐρύν,
πεύσῃ ἀφ’ ἡμετέρης ἐνοπῆς ὁπόσα πρὶν ἔκευθον·
ὥς ποτε Πιερίην Λειβήθρων τ’ ἄκρα κάρηνα
ἡρώων τε καὶ ἡμιθέων πρόμος εἰσεπέρησε,
λισσόμενός μ’ ἐπίκουρον ἑοῦ νόστοιο γενέσθαι
ποντοπόρῳ σὺν νηῒ πρὸς ἄξενα φῦλ’ ἀνθρώπων,
ἔθνος ἐς ἀφνειὸν καὶ ἀτάσθαλον ᾧ ἐνὶ κραῖνεν
Αἰήτης, υἱὸς φαεσιμβρότου Ἠελίοιο.
Θέσφατα γὰρ Πελίας δειδίσσετο μή οἱ ὄπισθεν
χειρὸς ὕπ’ Αἰσονίδα καθέλῃ βασιλήϊον ἀρχήν.
Καί οἱ ὑπὸ πραπίδεσσι δόλου τρίβον ἠπερόπευε·
τάσσε γὰρ ἐκ Κόλχων κῶας χρύσειον ἐνεῖκαι
Θεσσαλίην ἐΰπωλον. Ὁ δ’, ὡς κλύεν ἔκνομον αὐδήν,
χεῖρας ἐπαντείνας ἐπεκέκλετο πότνιαν Ἥρην·
τήνδε γὰρ ἐκ μακάρων περιώσια κυδαίνεσκεν.
Ἡ δ’ ἄφαρ εὐχωλῇσιν ἐφέσπετο κηδομένη περ·
ἔξοχα γὰρ μερόπων ἠγάζετο καὶ φιλέεσκε
δεινοβίην ἥρωα, περικλυτὸν Αἴσονος υἷα.
Καί ῥα καλεσσαμένη ἐπετέλλετο Τριτογενείῃ·
καί οἱ φηγινέην πρῶτον τεκτήνατο νῆα,
ἣ καὶ ὑπ’ εἰλατίνοις ἐρετμοῖς ἁλιμυρέα βένθη
πρώτη ὑπεξεπέρησε, τρίβους δ’ ἤνυσσε θαλάσσης.
Ἀλλ’ὅτε δὴ συνάγειρεν ἀγακλειτοὺς βασιλῆας,
Θρῄκην εἰς ἐΰπωλον ἐπείγετο δῖος Ἰήσων·
καί μ’ ἐκίχανε χέλυν πολυδαίδαλον ἐντύνοντα,
ὄφρα κέ τοι μέλπων προχέω μελίγηρυν ἀοιδήν,
κηλήσω δέ τε θῆρας ἰδ’ ἑρπετὰ καὶ πετεηνά.
Ἡνίκα δ’ εἰς ἄντρον πολυήρατον εἰσεπέρησε,
μείλιχον ἐκ λασίων στέρνων ἀνενείκατο φωνήν·
“Ὀρφεῦ, Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε,
Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων,
χαῖρ’, ἐπεὶ Αἱμονίους ὀχεὰς πρώτιστον ἱκάνω,
Στρυμονίους τε ῥοὰς Ῥοδόπης τ’ αἰπεινὰ πρὸς ἄγκη.
Εἰμὶ δ’ ἐγὼ Μινύαισι πανέξοχον αἷμα λελογχώς,
Θεσσαλὸς Αἰσονίδης· ξεῖνος δέ σοι εὔχομαι εἶναι.
Ἀλλὰ, φίλος, πρόφρων μ’ ὑποδέχνυσο καὶ κλύε μῦθον
μειλιχίαις ἀκοαῖς καὶ λισσομένῳ ὑπάκουσον,
Ἀξείνου πόντοιο μυχοὺς καὶ Φᾶσιν ἐρυμνὸν
νηῒ σὺν Ἀργῴῃ πελάσαι δεῖξαί τε θαλάσσης
παρθενίης ἀτραπούς, ἐπιήρανον ἡρώεσσιν
οἵ ῥα τεὴν μίμνουσι χέλυν καὶ θέσκελον ὀμφήν,
ἐλπόμενοι ξυνῶν πελάγει ἐπαρηγόνα μόχθων—
οὐ γὰρ δὴ πλῶσαι πρὸς βάρβαρα φῦλα μέδονται
νόσφι σέθεν· καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα,
νείατον εἰς κευθμῶνα, λιτῆς εἰς πυθμένα γαίης,
μοῦνον ἀπ’ ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν—·
ὧν ἕνεκα ξυνήν τε δύην Μινύαισιν ἀρέσθαι
καὶ κλέος, ἀνθρώποισιν ἐπεσσομένοισι πυθέσθαι.”
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον·
“Αἰσονίδη, τί με ταῦτα παραιφάμενος ἐρεείνεις,
ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω,
νηῒ σὺν εὐσέλμῳ πλεύσας ἐπὶ οἴνοπα πόντον;
Ἤδη γάρ μοι ἅλις καμάτων, ἅλις ἔπλετο μόχθων,
ὡς ἱκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας,
Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων.
Καί μ’ ἀπ’ ἀλητείης τε καὶ ἐξ οἴστρου ἐσάωσε
μήτηρ ἡμετέρη, καί ῥ’ εἰς δόμον ἤγαγεν ἁμόν,
ὄφρα τέλος θανάτοιο κίχω μετὰ γήραϊ λυγρῷ.
Ἀλλ’οὐκ ἔσθ’ ὑπαλύξαι ἃ δὴ πεπρωμένα κεῖται·
Μοιρῶν ἐννεσίῃσιν ἐπείγομαι, οὐ γὰρ ἄτιμοι
Ἱκεσίου Ζηνὸς κοῦραι Λιταί. Ἵξομαι ἤδη
ὁπλοτέροις βασιλεῦσι καὶ ἡμιθέοις ἐνάριθμος.”
Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδ’ ἐπέρησα
αὐτῇ σὺν φόρμιγγι καὶ εἰς Μινύας ἀφίκανον
λαιψηροῖσι πόδεσσιν ὑπὲρ Παγασηΐδας ἀκτάς.
Ἔνθα δ’ ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο·
στεῖνον δέ ψαμάθους ὁμάδῳ ῥηγμῖνα τ’ Ἀναύρου.
Ἀλλ’ὅτε δή μ’ ἐνόησαν ἀταρπιτὸν ἐξανύοντα,
ἀσπασίως ἤγερθεν, ἐγήθεε δ’ ἦτορ ἑκάστῳ.
Αὐτὰρ ἐμυθεόμην ἐρεείνων ἄνδρας ἀρίστους.
Πρῶτα δὲ εἶδα βίην Ἡρακλῆος θείοιο
ὃν τέκεν Ἀλκμήνη Ζηνὶ Κρονίωνι μιγεῖσα,
ἦμος ὅτε τρισσὴν μὲν ἐλείπετο σείριος αἴγλην
Ἠέλιος, δολιχὴ δ’ ἐπεμαίετο πάντοθεν ὄρφνη·
Τῖφύν θ’ Ἁγνιάδην, δολιχῆς ἰθύντορα νηός·
Θεσπιέων δ’ὅ γε τῆμος ἐφ’ ὕδασι Τερμησοῖο
ἄγχουρος λαοῖς Σιφαέσι ῥεῖθρον ἄμειβεν,
ὃς περὶ μὲν βύκταισι καὶ ἀργήεσσιν ἀέλλαις
νῆα κατιθύνειν δέδαεν πολυμήτιδι τέχνῃ.
Κάστορά θ’ ἱππόδαμον Πολυδεύκεά τ’ εἰσενόησα
καὶ Μόψον Τιταρῆθεν ὃν Ἄμπυκι νυμφευθεῖσα
Χαονίην ὑπὸ φηγὸν Ἀρηγονὶς ἐξελόχευσε·
Πηλέα τ’ Αἰακίδην, Αἰγίνης ἀγλαὸν υἱόν,
ὃς Δολόπεσσιν ἄνασσεν ἐνὶ Φθίῃ ἐριβώλῳ.
Τρισσὴν δ’ Ἑρμείαο κλυτὴν εἰσέδρακα γένναν,
Αἰθαλίδην ὃν ἔτικτε περικλυτὴ Εὐπολέμεια,
Μυρμιδόνος θυγάτηρ, Ἀλόπῃ ἐνὶ πετρηέσσῃ,
ἠδ’ Ἔρυτον καὶ καλὸν Ἐχίονα τούς ποτε Νύμφῃ
Λαοθόῃ Μερετοῖο παρευνηθεὶς ἐλόχευσε
Κυλλήνης μεδέων, χρυσόρραπις Ἀργειφόντης.
Ἄργος Ἀλεκτορίδης καὶ βουφάγος ἦλθε Κόρωνος
Ἴφικλος αὖ Φυλάκου δῖον γένος ἀντετόρησε,
Βούτης τ’ Αἰνετίδης, ἴκελος χρυσάορι Φοίβῳ.
Κάνθος δ’ Εὐβοίηθεν Ἀβαντιάδης ἐπέρησεν,
ὃν δὴ Μοῖρ’ ἐδάμασσε, τέλος δ’ ἐπέθηκεν Ἀνάγκη
φθίσθαι ὑπὲρ Λιβύης, νόστου δ’οἴκοιο λαθέσθαι.
Ἄλκωνος δὲ Φάληρος ἀπ’ Ἁσωποῖο ῥοάων
ἤλυθεν ὃς Γυρτῶνος ἁλιστεφὲς ἔκτισεν ἄστυ.
Ἴφιτος αὖ μετὰ τοῖσιν ἐφέσπετο Ναυβόλου υἱός,
Φωκίδος ὅς ῥ’ ἤνασσε καὶ εὐπύργοιο Χαράδρης.
Λαοδόκος, Ταλαὸς καὶ Ἀρήϊος, υἱοὶ ἄμωμοι,
ἦλθον, Ἀβαντιάδαι περιώνυμοι οὓς τέκε Πηρώ.
Ἀμφιδάμας δ’ Ἀλέου πάϊς ἤλυθε· πέμψε γὰρ αὐτὸν
ἴφθιμος γενέτης Τεγέης ὅρια προλιπόντα.
Ἤλυθε δ’ Ἐργῖνος, Βράγχου πολύπυρον ἄρουραν
ἐκπρολιπὼν καὶ τύρσιν ἐρυμνῆς Μιλήτοιο,
ἔνθα ῥοαὶ κλύζουσι πολυπλανέος Μαιάνδρου.
Ἐν δὲ Περικλύμενος Νηλήϊος εἰσαφίκανεν,
ἀγχόθι Πελλήνης τε καὶ εὐύδροιο Λιπάξου
ἄστυ λιπὼν ἀφνειὸν ὀρειονόμους τε κολώνας.
Ἐκ δὲ λιπὼν Καλυδῶνα θοὸς Μελέαγρος ἔβαινεν,
Οἰνεὺς τόν ῥ’ ἐλόχευσε καὶ Ἀλθαίη ῥοδόπηχυς.
Ἴφικλος αὖτ’ ἐπέρησε λιπὼν Ἀτρακηίδα λίμνην,
σύγγονος Ἀλθαίης· περὶ δ’ ἔξοχα τίεν ἁπάντων
εὐειδῆ Μελέαγρον ἰδ’ ἀγλαὰ ἔργ’ ἐδίδασκεν.
Ἀστερίων δ’ ἐπέρησε πάϊς κλεινοῖο Κομήτου,
Πειρεσίην ὃς ἔναιεν, ἵν’ Ἀπιδανοῖο ῥεέθροις
Πηνειὸς μίσγων ξυνὸν ῥόον εἰς ἅλα πέμπει.
Εὐρυδάμας δ’ ἐπόρευσε λιπὼν Βοιβηΐδα λίμνην,
ἀγχόθι Πηνειοῖο καὶ εὐγλαγέος Μελιβοίης.
Αὐτὰρ ἔπειτ’ Ἐλάτοιο πάϊς Πολύφημος ἵκανεν,
ὅς πρίν γ’ ἠνορέῃσι μετέπρεπεν ἡρώεσσιν.
Ἠνειὸς Καινῆος ἀφίκετο, τόν ῥά τέ φασι
μισγόμενον Λαπίθαις ὑπὸ Κενταύροισι δαμῆναι,
θεινόμενον πεύκαισι τανυφλοίοις τ’ ἐλάτῃσι,
καὶ οἱ ἀνατλῆναι καὶ ἀκαμπέα γούνατ’ ἐρεῖσαι
ζῳόν τ’ ἐν φθιμένοισι μολεῖν ὑπὸ κεύθεα γαίης.
Ἄδμητος δ’ ἀφίκανε Φεραιόθεν, ᾧ ποτε Παιὰν
θητεύων ὑπόεικε, Διὸς δ’ ἠλεύατο μῆνιν,
οὕνεκά τοι Κύκλωπας ἀμαιμακέτοισιν ὀϊστοῖς
ἐν φθιμένοισιν ἔτευξ’ Ἀσκληπιοῦ εἵνεκα λώβης.
Ἤλυθε δ’ Εὐρυτίων Ἴρου πάϊς Ἀκτορίωνος,
τρηχείην Ὀπόεντα λιπών· σὺν δ’ ἤλυθεν Ἴδας
Λυγκεύς θ’, ὃς τήλιστα δι’ αἰθέρος ἠδὲ θαλάσσης
βένθεα καὶ Πλουτῆος ὑποχθονίοιο βέρεθρα
μοῦνος ἀπ’ ἀνθρώπων δεινοῖσιν ὀπώπεεν ὄσσοις.
Αὐτὰρ ἐπεὶ Τελαμὼν συνεφέσπετο, τόν ῥ’ ἐλόχευσεν
Αἰακῷ ἀτρύτῳ κούρη κλυτοῦ Ἀσωποῖο
Αἴγιν’ ἐν κροκάλῃσιν ἁλιστεφέος Σαλαμῖνος.
Δὴ τότ’ Ἄβαντος παῖς νόθος ἤλυθε καρτερὸς Ἴδμων,
τόν ῥ’ ὑποκυσαμένη τέκεν Ἀπόλλωνι ἄνακτι
Ἀμβρύσσου παρὰ χεῦμα Φερητιὰς Ἀντιάνειρα·
τῷ καὶ μαντοσύνην ἔπορεν καὶ θέσφατον ὀμφὴν
Φοῖβος, ἵν’ ἀνθρώποισιν ἀρηρότα μυθίζοιτο.
Ἤλυθε δ’ αὖ μετὰ τοῖσι Μενοίτιος ἐξ Ὀπόεντος
σύγχορτος Μινύαις· ἐπὶ δ’ ἤλυθε δῖος Ὀϊλεύς.
Φλίας δ’ ἐξίκανε περικλυτός, ὅν ποτε Βάκχῳ
Νύμφη ὑποκλινθεῖσα παρ’ Ἀσωποῖο ῥοῇσι
τίκτεν ἄμωμον ἔχοντα δέμας καὶ ἐπίφρονα μῆτιν.
Κηφεύς τ’ Ἀρκαδίηθε μεθ’ ἡρώεσσι πελάσθη.
Ἀγκαῖον δ’ ἄν’ὅμιλον ἀπ’ Ἀρκαδίης πολυμήλου
πέμψε πατὴρ γηραιὸς ἐπὶ πλόον Ἀξείνοιο·
οὗτος δ’οὔ ποτε χλαῖναν ἐπὶ στιβαροῖς βάλεν ὤμοις,
ἀλλ’ ἄρκτου λάσιον στέρνοις ἀμπίσχετο δέρμα.
Ναύπλιος αὖθ’ ἵκανεν, Ἀμυμώνης φίλος υἱός,
ὃν τέκεν εὐνηθεῖσα περικλυτῷ Ἐννοσιγαίῳ,
ἀγλαὸν ἠνορέην, δέμας εἴκελον ἀθανάτοισι.
Ταιναριεὺς δ’ Εὔφημος ἔβη, Μαλεάτιδος ἄκρης
ἐκπρολιπὼν αὐλῶνας ἁλικλύστους τε θεράπνας.
Ἀγκαῖός τ’ ἔμολε Πλευρώνιος, ὅς ῥα πορείας
οὐρανίας ἄστρων ἐδάη κύκλους τε πλανήτων·
δίζετο γὰρ τά τ’ ἐόντα τά τ’ ἐσσόμεν’ ἀνθρώποισιν.
Ἐν δὲ Παλαιμόνιος Λέρνου νόθος ἤλυθεν υἱός·
σίνετο δὲ σφυρὰ δισσά, πόδας δ’οὐκ ἦεν ἀρηρώς·
τοὔνεκεν Ἡφαίστοιο γόνον καλέεσκον ἅπαντες.
Ἤλυθε δ’ Ἀλφειοῖο λιπὼν Πισάτιδας ὄχθας
Αὐγείης, υἱὸς πυριφεγγέος Ἠελίοιο.
Ναὶ μὴν καὶ δίσσοι ὅρπηκες ἀμύμονες ἧκον,
Ἀμφίων κλυτόφημος ἰδ’ Ἀστέριος μενεχάρμης,
Πελλήνην προλιπόντες ἰδ’ ἤθεα πατρίδος αἴης.
Δισσὸν δ’ αὖ Βορέου καλὸν στάχυν εἰσενόησα,
οὓς τέκ’ Ἐρεχθῆος θείου κλυτὴ Ὠρείθυια
Εἰλισσοῦ παρὰ χεῦμα θεοῦ φιλότητι μιγεῖσα·
οἳ δὴ καὶ ταρσοῖσιν ἐπουατίοις πεπότηντο,
Ζήτης καὶ Κάλαϊς, δέμας εἴκελοι ἀθανάτοισιν.
Αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἤλυθ’ Ἄκαστος
ἀγχιστεύς· νηὸς γὰρ ἐπ’ Ἀργῴας μεμέλητο
ἄξεινον ποτὶ Φᾶσιν ἅμ’ ἡρώεσσιν πελάσσαι.
Σὺν δέ οἱ ἦλθ’ ἕταρος Ἡρακλῆος θείοιο,
καλὸς Ὕλας· τὸν δ’οὔ πω ὑπὲρ δροσεροῖο γενείου
ἀργεννὰς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
ἀλλ’ ἔτι κοῦρος ἔην, πολὺ δ’ ἤνδανεν Ἡρακλῆϊ.
Οὗτοι μὲν ποτὶ νῆα καὶ ἐς λόχον ἠγερέθοντο,
καί ῥά οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδ’ ἀγόρευε.
Δεῖπνα δὲ πορσύνοντο πολυξείνοιο τραπέζης
Αὐτὰρ ἐπεὶ σίτοιο ποτοῦ θ’ ἅλις ἔπλετο θυμῷ,
ἥμενοι ἑξείης· πόθεεν δέ τε ἔργον ἕκαστος.
ἀνστάντες δ’ ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης
ἤϊον ἔνθά τ’ ἔμιμνεν ὑπὲρ ψαμάθου ἁλίη νηῦς,
τήν ῥά τοτ’ εἰσορόωντες ἐθάμβεον. Αὐτὰρ ἔπειτα
Ἄργος ἐφημοσύναισι νόου πόρσυνεν ὀχλίζειν,
δουρατέαισι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι
πρυμνόθεν ἀρτήσας. Κάλεεν δ’ ἐπὶ μόχθον ἱκάνειν
πάντας κυδαίνων. Οἱ δ’ ἐσσυμένως ὑπάκουσαν·
τεύχεα δ’ ἐκδύνοντο, περὶ στέρνοισι δ’ ἀνῆπτον
σειραίην μήρινθον. Ἐπέβριθεν δὲ ἕκαστος
αἶψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον Ἀργώ·
ἡ δέ οἱ ἐγχριμφθεῖσα ποτὶ ψαμάθῳ βεβάρητο,
αὐαλέοις φυκέεσσιν ἐρυκομένη ποτὶ χέρσῳ,
ἡρώων παλάμῃσιν ὑπὸ στιβαραῖσιν ἀπειθής.
Παχνώθη δ’ αὖ θυμὸς Ἰάσονος· αὐτὰρ ἔμοιγε
νεῦσεν ὀπιπεύων, ἵνα οἱ θάρσος τε βίην τε
μολπῇ ὑφ’ ἡμετέρῃ κεκμηόσιν αἰὲν ὀρίνω.
Αὐτὰρ ἐγὼ φόρμιγγα τιτηνάμενος μετὰ χερσί,
μητρὸς ἐμῆς ἐκέρασσ’ εὐτερπέα κόσμον ἀοιδῆς,
καί οἱ ἀπὸ στηθέων ὄπα λείριον ἐξελόχευσα·
“Ἔξοχοι ἡρώων, Μινυήιον αἷμα γενέθλης,
εἰ δ’ ἄγε νῦν στερεοῖσιν ὑπὸ στέρνοισι κάλωας
βρίσαθ’ὁμορροθέοντες, ἐρείσατε δ’ ἴχνια γαίῃ
ταρσοῖσιν, ποδὸς ἄκρον ὑπερβλήδην τανύσαντες,
καὶ χαροπὸν ποτὶ χεῦμα γεγηθότες ἕλξατε νῆα.—
Ἀργώ, πεύκῃσίν τε ἰδὲ δρυσὶ γομφωθεῖσα,
ἄι’ ἐμῆς ἐνοπῆς· καὶ γὰρ πάρος ἔκλυες ἤδη,
ἡνίκα δένδρε’ ἔθελγον ἐν ὑλήεντι κολώνῃ
πέτρας τ’ ἠλιβάτους, καί μοι κατὰ πόντον ἔβαινον
οὔρε’ ἀποπρολιποῦσαι· ἐπίσπεο δ’ αὖτε θαλάσσης
παρθενίης ἀτραπούς, σπέρχου δ’ ἐπὶ Φᾶσιν ἀμείβειν,
ἡμετέρῃ πίσυνος κιθάρῃ καὶ θεσκέλῳ ὀμφῇ.”
Δὴ τότ’ ἐπιβρομέουσα Τομαριὰς ἔκλυε φηγός,
ἥν οἱ ὑποτροπίην Ἄργος θέτο νηῒ μελαίνῃ
Παλλάδος ἐννεσίῃσιν. Ἀνηέρθη δὲ μάλ’ ὦκα
δούρατ’ ἐλαφρίζουσα, θοὴ δ’ ὠλίσθανε πόντῳ·
καί οἱ ἐπειγομένη θαμινὰς ἐκέδασσε φάλαγγας
αἵ οἱ ὑπὸ τρόπι κεῖντο, μιᾶς σχοίνοιο ταθείσης.
Ἐν δ’ ἄρ’ ἔβη λιμένος· χαροπὸν δ’ ἀνεχάσσατο κῦμα,
θῖνες δ’ ἀμφέκλυσθεν· ἐγήθει δὲ φρέν’ Ἰήσων.
Ἆλτο δ’ ἔσω νεὸς Ἄργος, ἐφέσπετο δ’ ἀγχόθι Τῖφυς·
καί οἱ ἐπαρτέα θῆκαν, ἀρηρότα πορσύνοντες,
ἱστόν τ’ ἠδ’ὀθόνας· ἐπὶ δ’ αὖτ’οἴηκας ἔδησαν,
πρυμνόθεν ἀρτήσαντες, ἐπεσφίγξαντο δ’ ἱμᾶσιν.
Αὐτὰρ ἔπειθ’ ἑκάτερθεν ἐρετμοὺς ἡπλώσαντο,
εἰσβαίνειν δ’ ἐκέλευον ἐπειγομένους Μινυῆας.
Τοῖσιν δ’ Αἰσονίδης ἔπεα πτερόεντα προσηύδα·
“Κέκλυτέ μευ, βασιλῆες ἀμύμονες· οὐ γὰρ ἔμοιγε
ἁνδάνει ἐν πραπίδεσσιν ἀρειοτέροισιν ἀνάσσειν.
Ὑμεῖς δ’, ὅν τινά οἱ κραδίη θυμὸς τε μενοινᾷ,
ἡγεμόνα στήσασθε, καὶ ᾧ περὶ πάντα μελήσει
σημανέειν ὅ τι κεν ῥέξαι ἔπος ἠδὲ καὶ ἔργον
πόντον ἐπιπλώσουσιν ἀφιξομένοις τ’ ἐπὶ γαῖαν,
ἤτε καὶ ἐς Κόλχους καὶ ἐς ἀλλοδαποὺς ἀνθρώπους.
Καὶ γὰρ δὴ μοῦνοι σὺν ἐμοὶ πόλεες τε καὶ ἐσθλοί,
οἵ ῥα καὶ ἀθανάτου ῥίζης γένος εὐχετάασθε,
ξυνὸν ἀνηρείψασθε πόνον, κλέος ὄφρ’ ἂν ἄροισθε.
Ἀλλ’οὔ οἱ κάρτιστον ἀρειότερόν τε γενέσθαι
Ἡρακλῆος ἄνακτος ὀΐομαι· ἴστε καὶ αὐτοί.”
Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον· ἐν δ’ ἄρα φωνῇ
λαὸς ἐπερρόθεεν Μινύαις ἐπικοίρανον εἶναι
Ἀλκείδην, ὃς πᾶσι μέγ’ ἔξοχος ἦεν ἑταίροις.
Ἀλλ’οὐ πεῖθον ἄνακτα πεπνυμένον, ὅς ῥά οἱ ᾔδει
Ἥρης ἐννεσίῃσι τετιμένον Αἴσονος υἱόν,
ὡς δή οἱ κλέος ἐσθλὸν ἐπεσσομένοισιν ὄπαζεν·
ὅς ῥά οἱ αὐτὸς ἔνισπεν Ἰήσονα κοίρανον εἶναι
πεντήκοντ’ ἐρέταισιν ἀνὰ τραφερήν τε καὶ ὑγρήν.
Καὶ τότε δὴ μάλα πάντες ἐπῄνεον, ὡς ἐκέλευεν
Ἡρακλέης, καὶ θῆκαν Ἰήσονα κοίρανον εἶναι.
Ἦμος δ’ Ἠέλιος τὸν ἀπείριτον αἰθέρα τέμνων
ἵπποις ὠκυπόδεσσι κελαινὴν ἔντυε νύκτα,
τῆμος ἐνὶ πραπίδεσσιν ἐμήτιεν Αἴσονος υἱὸς
πίστιν ἐφ’ ἡρώεσσι καὶ ὅρκια συνθεσιάων
θέσθ’, ὄφρ’ ἔμπεδα πάντα φυλασσόμενοι πεπίθοιντο.
καὶ τότε τοι, Μουσαῖε, φίλον τέκος Ἀντιοφήμου,
πορσύναι μ’ ἐκέλευε θοῶς ἱερήϊα καλά.
Αὐτὰρ ἐγὼ ψαφαραῖσιν ἐπ’ ἠϊόνεσσιν ἔνησα
κᾶλα, τά τ’ ἐκ δρυός ἐστι φερεσβίου· ἐν δ’ ἄρ’ ὕπερθε
πέπλα παρκατέθηκα θεοῖς ἐπινήχυτα δῶρα.
Καὶ τότε δὴ κραντῆρα βοῶν περιμηκέα ταῦρον
σφάζον, ἀνακλίνας κεφαλὴν εἰς αἰθέρα δῖαν
ζωοταμών· περὶ δ’ αἷμα πυρῇ χέον ἔνθα καὶ ἔνθα.
Αὐτὰρ ἐπεὶ κραδίην ἐρύσας ποπάνοισιν ἔθηκα,
λείψας ὑγρὸν ἔλαιον, ἐπ’ αὐτῷ δὲ γλάγος ἄμνης,
ἥρωας δ’ ἐκέλευσα περισταδὸν ἀμφιχυθέντας
δούρατ’ ἐπαμπήξασθαι ἰδ’ ἄορα κωπήεντα,
βύρσῃ τε σπλάγχνοισι τ’ ἐρειδομέναις παλάμῃσι.
Θῆκα δ’ ἄρ’ ἐν μέσσῳ τεῦχος κυκεῶνος ἐρείσας
ὀστράκεον, τῷ πάντα περιφραδέως ἐμέμικτο,
Δήμητρος μὲν πρῶτα φερέσβιος ἀλφίτου ἀκτή,
αἷμα δ’ ἐπὶ ταύροιο θαλάσσης θ’ ἁλμυρὸν ὕδωρ.
Στέψασθαι δ’ ἐκέλευσα κύκλους ἐρόεντας ἐλαίης·
καὶ τότε χρυσείην φιάλην χείρεσσιν ἐμαῖσιν
ἀμπλήσας κυκεῶνος, ἐφεξείης ἐπένειμα
γεύειν ἄνδρα ἕκαστον ἐρισθενέων βασιλήων.
Πυρκαϊῇ δ’ ἐκέλευον Ἰήσονα λαμπάδα θέσθαι
πεύκης ἀζαλέης· ὑπὸ δ’ ἔδραμε θεσπεσίη φλόξ.
Δὴ τότ’ ἐγώ, πρὸς χεῦμα πολυφλοίσβοιο θαλάσσης
χεῖρας ἐπαντείνας, τάδ’ ἀπὸ γλώσσης ἀγόρευσα·
“Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιό τε πόντου
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμαθώδεας ἀκτὰς
ναίεθ’ ἁλικροκάλους καὶ Τηθύος ἔσχατον ὕδωρ,
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων,
ἄμμιγα πεντήκοντα κόραις πάσαισιν ἐρανναῖς,
γλαυκὴν δ’ ἰχθυόεσσαν ἀπείριτον Ἀμφιτρίτην,
Πρωτέα καὶ Φόρκυνα καὶ εὐρυβίην Τρίτωνα,
λαιψηρούς τ’ Ἀνέμους Αὔραις μίγα χρυσεοτάρσoις,
Ἄστρα τε τηλεσίφαντα καὶ ἀχλύα νυκτὸς ἐρεμνῆς
αὐγήν τ’ Ἠελίοιο θοῶν προποδηγέτιν ἵππων,
Δαίμονας εἰναλίους τε μιγαζομένους Ἥρωσιν,
Ἀκταίους τε θεοὺς Ποταμῶν θ’ ἁλιμυρέα ῥεῖθρα,
αὐτόν τε Κρονίδην Σεισίχθονα κυανοχαίτην,
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων·
τόφρα μὲν οὖν ἐπίκουροι Ἰάσονος ἔμπεδον αἰεὶ
μίμνωμεν προφρόνως ξυνῶν ἐπαρηγόνες ἄθλων,
ζῳοὶ νοστήσωμεν ἑὰ πρὸς δώμαθ’ ἕκαστος·
ὃς δέ κε συνθεσίης δηλήσεται οὐκ ἀλεγίζων
ὅρκον ὑπερβασίῃ, τούτου δ’ ἐπιμάρτυροι ἔστων
ἰθύντειρα Δίκη καὶ Ἐριννύες αἰνοδότειραι.”
Ὣς ἐφάμην· οἱ δ’ αὐτίχ’ὁμοφροσύνῃ κατένευσαν
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
Αὐτὰρ ἐπεί ῥ’ὄμοσάν τε τελεύτησαν τε τὸν ὅρκον,
δὴ τότε νηὸς ἑῆς κοῖλον κύτος εἰσεπέρησαν
πάντες ἐφεξείης· ὑπὸ δὲ ζυγὰ τεύχε’ ἔθεντο,
χεῖρας ἐρετμώσαντες· ἐκέκλετο δ’ αὐτόθι Τῖφυς
ἐκταδίοις ὅπλοις δῆσαι παρὰ κλίμακα μακρήν,
ἱστία δ’ ἁπλῶσαι, λιμένος δ’ ἐκ πείσματα λῦσαι.
Καὶ τότε δὴ λίγυν οὖρον ἐπιπροέηκεν ἀῆναι
Ἥρη, Ζηνὸς ἄκοιτις, ἐπείγετο δ’ ἐς πλόον Ἀργώ.
Οἱ δ’ ἄρ’ ἐπ’ εἰρεσίην ἔπεχον χεῖράς τε νόον τε
ἄκμητοι βασιλῆες, ἐτέμνετο δ’ ἄσπετος ἅλμη,
ἀφροῦ ἀνοιδαίνοντος ὑπὸ τρόπιν ἔνθα καὶ ἔνθα.
Τῆμος δ’ ἱερὸς Ὄρθρος ἀπ’ Ὠκεανοῖο ῥοάων
ἀντολίας ἤνοιγεν, ἐφέσπετο δ’ Ἠριγένεια
ἡδὺ φάος θνητοῖσι καὶ ἀθανάτοισι φέρουσα.
καὶ τότε δὴ σκοπιαί τε καὶ ἠνεμόεσσα κολώνη
Πηλίου ὑλήεντος ἀπ’ ἠϊόνος κατέφαινε.
Τῖφυς δ’ ἀμπαύσας δισσῆς οἰήια χειρὸς
τυτθὸν ὑπ’ εἰρεσίῃσιν ἐκέκλετο κῦμα χαράσσειν·
καί ῥα θοῶς ἀκτῇσιν ὑπέδραμον. ἐκ δ’ ἄρα νηὸς
κλίμακα δουρατέην λιμένων ἔντοσθε χάλασσαν·
ἐκ δ’ ἔβαν ἥρωες Μινύαι, παύσαντο δὲ μόχθου.
Τοῖσι δὲ μύθων ἦρχεν ὁμιλαδὸν ἱππότα Πηλεύς·
“Ὦ φίλοι, ἀθρεῖτε σκοπιῆς προὔχοντα κολωνὸν
μέσσῳ ἐνὶ πρηῶνι κατάσκιον· ἐνθάδε Χείρων
ναίει ἐνὶ σπήλυγγι, δικαιότατος Κενταύρων,
οἳ τράφον ἄν Φολόην Πίνδου τ’ αἰπεινὰ κάρηνα·
ὅς ῥα δικασπολίῃ μέλεται καὶ ἀκέσμασι νούσων,
ἄλλοτε δ’ αὖ Φοίβου κιθάρην μετὰ χερσὶν ἀράσσων,
ἢ λιγυρὴν φόρμιγγα χελυκλόνου Ἑρμάωνος,
πᾶσι περικτιόνεσσι διδασκαλίας ἀναφαίνει·
τῶ ῥα καὶ ἡμέτερον κοῦρον Θέτις ἀργυρόπεζα
νήπιον, ἀρτιγένεθλον, ἐν ἀγκαλίδεσσι λαβοῦσα,
Πήλιον εἰνοσίφυλλον ἔβη Χείρωνί τ’ ἔδωκεν
εὖ καὶ ἐπισταμένως ἀγαπαζέμεν ἠδ’ ἀτιτάλλειν.
Ὃν δή μοι πόθος ἐστὶ περὶ φρένα θηήσασθαι.
Ἀλλὰ, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμαι
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἷσι κέκασται.”
Ὣς εἰπὼν ἐξῖκεν ἀταρπιτόν, οἷ δ’ ἑπόμεσθα.
Αὐτὰρ ἔπειτ’ αὐλὴν εἰσήλθομεν ἠεροειδῆ·
καὶ οἱ κεκλιμένος μὲν ἐπ’οὐδαίοιο χαμεύνης
κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρῃ
ἱππείαισιν ὁπλαῖσι τανυσσάμενος θοὰ κῶλα·
ἀγχοῦ δ’ ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱὸς
χερσὶ λύραν ἤρασσε, φρένας δ’ ἐπετέρπετο Χείρων.
Ἀλλ’ὅτε δή ῥ’ ἄθρησεν ἀγακλειτοὺς βασιλῆας
ἀσπασίως ἀνόρουσε, κύσεν δ’ ἄρα φῶτα ἕκαστον,
δαῖτά τ’ ἐπόρσυνεν· μέθυ δ’ ἀμφιφορεῦσι κομίσσας,
ῥωγαλέαις τ’ ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα,
κλινθῆναι δ’ ἐκέλευσεν· ἀδαιδάλτοις δ’ ἐπὶ πλεκταῖς
κρεῖα χύδην προὔθηκε συῶν ἐλάφων τε ταχειῶν,
αὐτὰρ ἔπειτ’ ἐπένειμε ποτὸν μελιηδέος οἴνου.
Ἀλλ’ὅτε δὴ δόρποιο ποτοῦ θ’ ἅλις ἔπλετο θυμῷ
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὄφρ’ ἂν ἔγωγε
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων.
Ἀλλ’ ἐγὼ οὐ πιθόμην—περὶ γάρ μοι ἐπήλυθεν αἰδώς,
ὁπλότερον γεγαῶτα γεραιτέρῳ ἰσοφαρίζειν—
μέσφ’ αὐτὸς Χείρων ἐλιλαίετο καί μ’ ἀέκοντα
ἠνώγει ᾄδοντ’ ἐριδαινέμεν εἵνεκα μολπῆς.
Πρῶτος δ’ αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν,
ἥν ῥα τότ’ ἐν χείρεσσι φέρων ὤρεξεν Ἀχιλλεύς.
Ὅς δ’ ἄρ’ ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων,
οὓς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφῆς
ἠδ’ ὥς Ἡρακλῆϊ καταντία μαιμώοντες
ἐν Φολόῃ δήρισαν, ἐπεὶ μένος οἶνος ἔγειρεν.
Αὐτὰρ ἔγωγε μετ’ αὐτὸν ἑλὼν φόρμιγγα λιγεῖαν
ἐκ στόματος μελίγηρυν ἱεὶς ἀνέπεμπον ἀοιδήν·
Πρῶτα μὲν ἀρχαίου Χάεος μελανήφατον ὕμνον,
ὡς ἐπάμειψε φύσεις, ὥς τ’ Οὐρανὸς ἐς πέρας ἦλθε·
Γῆς τ’ εὐρυστέρνου γένεσιν, πυθμένας τε Θαλάσσης,
πρεσβύτατόν τε καὶ αὐτοτελῆ πολύμητιν Ἔρωτα,
ὅσσα τ’ ἔφυσεν ἅπαντα, διακριθὲν ἄλλο ἀπ’ ἄλλου,
καὶ Κρόνον αἰνολέτην, ὥς τ’ ἐς Δία τερπικέραυνον
ἤλυθεν ἀθανάτων μακάρων βασιλήϊος ἀρχή·
μέλπον δ’ὁπλοτέρων μακάρων γένεσίν τε κρίσιν τε,
καὶ Βριμοῦς, Βάκχοιο, Γιγάντων τ’ ἔργ’ ἀΐδηλα·
ἀνθρώπων δ’ὀλιγοδρανέων πολυεθνέα φύτλην
ἤειδον. Στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδὴ
ἡμετέρης χέλυος μελιχρὴν ὄπα γηρυούσης·
ἔπτατο δ’ ἄκρα κάρηνα καὶ ἄγχεα δενδρήεντα
Πηλίου, ὑψηλάς τε μετὰ δρύας ἤλυθε γῆρυς.
Καί ῥ’ αἱ μὲν πρόρριζοι ἐπ’ αὔλιον ἐθρώσκοντο
πέτραι τ’ ἐσμαράγουν· θῆρες δ’ ἀΐοντες ἀοιδῆς
σπήλυγγος προπάροιθεν ἀλυσκάζοντες ἔμιμνον·
οἰωνοί τ’ ἐκυκλοῦντο βοαύλια Κενταύροιο
ταρσοῖς κεκμηῶσιν, ἑῆς δ’ ἐλάθοντο καλιῆς.
Αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε χεῖρ’ ἐπὶ καρπῷ
πυκνὸν ἐπισσείων, οὖδας δ’ ἤρασσεν ὁπλῇσι.
Τῖφυς δ’ εἰσεπέρησε νεὼς ἄπο καί ῥ’ ἐκέλευσεν
ὦκα περᾶν Μινύαισιν. Ἐγὼ δ’ ἄμπαυον ἀοιδῆν·
οἳ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεύχε’ ἕκαστος.
Παῖδα δ’ ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς,
καί ῥ’ ἔκυσεν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
δακρυόεν γελόων· κηλήθη δὲ φρέν’ Ἀχιλλεύς.
Αὐτὰρ ἐμοὶ Κένταυρος ἑῇ γέρας ὤπασε χειρὶ
νεβρὴν παρδαλέην, ξεινήιον ὄφρα φέροιμι.
Ἀλλ’ὅτε δὴ σπήλυγγος ἀποπροθορόντες ἔβημεν,
ἄκρης ἐκ σκοπιῆς ὁ γέρων ἀνὰ χεῖρας ἀείρων
Φιλλυρίδης ἠρᾶτο, θεοὺς δ’ ἐπεκέκλετο πάντας,
νόστον μὲν Μινύαισιν ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι
ὁπλοτέροις βασιλεῦσιν ἐπεσσομένοις μερόπεσσιν.
Αὐτὰρ ἐπεί τ’ ἐπὶ θῖνα καὶ ἐς νέα πάντες ἔβησαν,
ἐν προτέροις θώκοισι καθίζανον· ἐν δ’ ἄρ’ ἕκαστος
χεῖρας ἐφαπλώσαντες, ἔπειθ’ ἅλα τύπτον ἐρετμοῖς,
Πηλίου ἐκνεύσαντες, ὑπὲρ μέγα λαῖτμά τε πόντου
ἀφρὸς ἐπιζείων χαροπὴν λεύκαινε θάλασσαν.
Τισαίη δ’ ἀπέκρυφθεν ἄκρη καὶ Σηπιὰς ἀκτή·
φάνθη δὲ Σκίαθος Δόλοπός τ’ ἀνεφαίνετο σῆμα
ἀγχίαλός θ’ Ὁμόλη ῥεῖθρόν τ’ Ἀμύρου ἁλιμυρές,
ὃς διὰ πολλὴν γαῖαν ἱεῖ μεγαλόβρομον ὕδωρ.
Οὐλύμπου δὲ βαθυσκοπέλου πρηῶνας ἐρυμνοὺς
εἰσέδρακον Μινύαι καὶ Ἄθω δενδρώδεα κναμὸν
Πελλήνην τ’ εὐρεῖαν ἰδὲ ζαθέαν Σαμοθρῄκην,
ἔνθα καὶ ὄργια φρικτὰ θεῶν ἄρρητα βροτοῖσιν
ἄσμενοι εἰσεπέρησαν ἐμῇς ὑποθημοσύνῃσιν
ἥρωες· μετὰ γάρ σφιν ὀφέλσιμον ἀνθρώποισι
τῆσδε θυηπολίης ἀβολεῖν πλωτῆρσιν ἑκάστοις.
Σιντιακαῖς δ’ὀφρῦσιν ἐκέλσαμεν ὠκύαλον ναῦν
Λήμνῳ ἐν ἠγαθέῃ, τόθι περ κακὰ ἔργα μεμήλει
θηλυτέραις· αἱ γάρ κεν ἀϊστώσαντο συνεύνους
σφῇσιν ἀτασθαλίῃσι, καὶ ἡ κλυτὴ Ὑψιπύλεια
ἐλδομέναις κραίνεσκε, γυναικῶν εἶδος ἀρίστη.
Ἀλλὰ τί σοι περὶ τῶνδε πόλυν λόγον ἀμφαδὸν εἰπεῖν,
ὅσσον ἐφ’ ἵμερον ὦρσεν ἀγαυαῖς Λημνιάδεσσι
Κύπρις ἐρωτοτρόφος Μινύαις εἰς λέκτρα μιγῆναι;
Φίλτροις Ὑψιπύλην ἐρατοῖς ἐδάμασσεν Ἰήσων,
ἄλλῃ δ’ ἄλλος ἔμικτο· καὶ ἐκλελάθοντο πορείης,
εἰ μὴ ἀποτροπίοις ἐνοπαῖς θελξίφρονι θ’ ὕμνῳ
ἡμετέρῳ θελχθέντες ἔβαν ποτὶ νῆα μέλαιναν,
εἰρεσίην ποθέοντες, ἐπεμνήσαντο δὲ μόχθου.
Ἔνθεν ἐς Ἑλλήσποντον ἅμηῴους φέρεν οὖρος,
ἀκραὴς Ζέφυρος, στεινῆς ἀπάτερθεν Ἀβύδου,
Ἴλιον, Δαρδανίην, Πιτύην τ’ ἐπὶ δέξι’ ἔχοντας,
οὗ καὶ Ἀβαρνιάδος Περκώτης τ’ εὔσταχυν αἶαν
ἀργυρέαις Αἴσηπος ἐπικλύζει προχοῇσιν,
αἶψα δ’ ἐπιθρώσκουσα θέεν πολυηγόρος Ἀργώ.
Αὐτὰρ ἐπεὶ ψαμάθοισιν ἐκέλσαμεν, ἐν δ’ ἄρα Τῖφυς
ἰθύντωρ ἀκάτοιο, καὶ Αἴσονος ἀγλαὸς υἱός,
σύν τ’ ἄλλοι Μινύαι γλαυκώπιδι Τριτογενείῃ
θῆκαν ἀείραντες βριθὺν λίθον, ἔνθα τε Νύμφαι
κρήνῃ ὑπ’ Ἀρτακίῃ καλὰ νάματα πλημμύρουσιν,
οὕνεκά οἱ πλώουσιν ἀνὰ πλατὺν Ἑλλήσποντον
εὔδιος ἀντεβόλησε μυχοῦ ἔντοσθε γαλήνη,
οὐδ’ εἰς γαῖαν ἔριψαν ἐϋγνάμπτους ἀγκύρας,
κύμασι θεινόμενοι ὑπὸ χειμερίoισιν ἀήταις.
Ἔνθα δὲ προσύνοντες ἐπὶ κροκάλαις προυχούσαις
δεῖπνά τε καὶ κλισίην, δόρπου μεμνήμεθ’ ἕκαστοι.
Δὴ τότε κεκλιμένοισιν ἐπήλυθε Κύζικος ἥρως,
ὃς Δολόπων ἤνασσε περικτιόνων ἀνθρώπων,
Αἰνῆος φίλος υἱὸς ὅν οἱ τέκε δῖα γυναικῶν
Εὐδώρου θυγάτηρ Αἰνίππη καλλιπάρῃος·
ὅς ῥα φιλοξενίῃ Μινύας ἐγέρηρεν ἅπαντας,
σφάζων πῖά τε μῆλα καὶ εἱλίποδας ἕλικας βοῦς,
ἀγροτέρους τε σύας· δῶκεν δ’ ἔπι οἶνον ἐρυθρόν,
σῖτον δ’ ἄφθονον ἧκεν ἀποπλώουσι φέρεσθαι,
χλαίνας τ’ ἠδὲ τάπητας ἐϋννήτους τε χιτῶνας.
Φίλετο δ’ αὖ παρεόντας ὁμηλικίης ἕνεκα σφῆς,
καί ῥα πανημερίοισιν ἐν εἰλαπίναισιν ὅμαρτεν.
Ἀλλ’ὅτ’ ἐς Ὠκεανοῖο ῥόον βαπτίζετο Τιτάν,
Μήνη δ’ ἀστροχίτων ἔπαγεν μελαναυγέα ὄρφνην,
τῆμος ἀρηίφατοι κίον ἀνέρες, οἵ ῥα νέμοντο
Ἀρκτῴοις ἐν ὄρεσσι, τεθηπότες εἴκελα θηρσί,
Τιτᾶσι βριαροῖς τ’ ἐναλίγκιοι ἠδὲ Γίγασιν·
ἓξ γὰρ χεῖρες ἑκάστῳ ἀπ’ ὤμων ἀΐσσοντο.
Οὓς τότ’ ἐσαθρήσαντες ἀμαιμάκετοι βασιλῆες
ἐς μόθον ὁρμαίνοντας ἀρήϊα τεύχε’ ἔδυνον·
καὶ ῥ’οἳ μὲν πευκῇσιν ἀμύνονθ’, οἳ δ’ ἐλάτῃσιν·
ἐν δ’ ἔπεσαν Μινύαισι κατὰ σκοτόεσσαν ὁμίχλην.
Οὕς τοι ἐπειγομένους κτεῖνεν Διὸς ἄλκιμος υἱός,
τόξῳ ὀϊστεύων· σὺν δ’ Αἰνέος ὤλεσε παῖδα
Κύζικον, οὔτι ἑκών, ἀλλ’ ἀφραδίῃσι πεδηθείς·
τῷ δ’ ἄρα μόρσιμον ἦεν ὑφ’ Ἡρακλῆι δαμῆναι.
Αἶψα δέ οἱ Μινύαι κοίλης ἔντοσθεν ἔβησαν
νηὸς τευχήρεις, ποτὶ δὲ ζυγὸν ἷζον ἕκαστος.
Τῖφυς δὲ πρύμνηθεν ἐπήπυεν ἠδ’ ἐκέλευε
κλίμακα νηὸς ἔσω ἐρύσαι καὶ πείσματα λῦσαι·
ἀλλ’οὔ οἱ λύοντο κάλοι, δεσμοῖσι δ’ ἀφύκτοις
ὠκείης στροφάλιγγος ἀρηρότες ἐσφίγγοντο,
νῆα κατείργοντες. Θάμβησε δὲ Τῖφυς ἀμύμων,
ἄφθογγος δέ οἱ ἧκε χερῶν οἰήϊα νηὸς
Ἀργῴης· οὐ γάρ οἱ ἐέλπετο κῦμα περῆσαι·
Ῥείη γὰρ κοτέεσκε δεδουπότος εἵνεκα λαοῦ.
Ἀλλ’ὅτε πρὸς μέσατον Νυκτὸς προὔβαινεν ἀταρπὸς
ἄστρα τε τηλεφανῆ δῦνεν ῥόον Ὠκεανοῖο,
ὄσσε κυβερνητῆρος ἐπέστιχε νήδυμος ὕπνος·
τῷ δὲ βαθὺ κνώσσοντι θεὰ μενέδουπος Ἀθήνη
ἄγχι παρισταμένη πανετήτυμα σήματ’ ἔφαινεν,
ὧδε δ’ὁμοκλήσασα θεηγόρον ἔννεπε μῦθον·
“Εὕδεις, Ἀγνιάδη, γλυκερῷ βεβολημένος ὕπνῳ,
κῶμα περὶ βλεφάροισι λαβών. Ἀλλ’ ἔγρεο, Τῖφυ,
κέκλεο δ’ ἡρώεσσι μολεῖν ἐπὶ νήνεμον ἀκτὴν
νηὸς ἀποπροθορόντας, ὅθι ξένος ἐν ψαμάθοισι
κεῖται ἀποφθίμενος. Τῶ οἱ κτέρεα κτερεΐξαι
παμμήτειρα Ῥέη κέλεται γέρα, ἠδέ τε λοιβὰς
δοῦναι ὑποχθονίοις, καὶ δάκρυα λειβέμεν ὄσσων,
αἰδομένους Θέμιν ἁγνοτελῆ Ξενίην τε Τράπεζαν·
ὅν ῥ’ ἀέκων ἔκτεινε βαλὼν διὰ νύκτερον ὄρφνην
Ἡρακλέης, θυμὸν δὲ θεᾶς ἐχολώσατε Ῥείης.
Ἀλλ’ὁπότ’ ἂν θεσμοῖς ξεῖνον σεβάσησθε θανόντα,
Δίνδυμον αὐτίκ’ ἔπειτα Ῥέης ἕδος εἰσαναβάντες
ἱλασμοῖς ἱεροῖς Γαίης ἀρέσασθε θύγατρα·
πείσματα δ’ ἀράμενοι, τότε δὴ μνώεσθε πλοοῖο.”
Ὣς εἰποῦσα θεὰ πάλιν ἐτράπετ’, ἶσον ὀϊστῷ
οὐρανὸν ἐσσυμένη. Τοῦ δ’ αὐτίκα κῶμ’ ἐκεδάσθη,
πρύμνης δ’ ἆλτο θοῶς, ἀνέγειρε δὲ λαὸν ἀϋτῇ
τοίχων ἔνθα καὶ ἔνθα παρακλιδὸν ὑπνώοντας,
ψυχῇ ὑποτρομέων. Ἄφαρ ἡρώεσσι δ’ὀνείρου
φάσματα πᾶσιν ἔνισπεν ἐπιδρομάδην ἀγορεύων.
Οἱ δὲ θοῶς ἤγερθεν, ἐπ’ ᾐόνα δ’ ἆλτο ἕκαστος.
Ἡ δὲ κατ’ὀρφναίοιο πόλου χρυσήνιος Ἠὼς
ἀντολίας ἤνοιγεν, ἐδέχνυτο δ’οὐρανὸς Ὄρθρον.
Καὶ τότ’ ἀριστῆες Μινύαι νέκυν εἰσενόησαν
αἵματι καὶ κονίῃ πεπαλαγμένον· ἀμφὶ γὰρ ἄλλοι
δήϊοι ἀμφὶς ἔκειντο, πελώρια σώματα θηρῶν.
Ἀλλ’οἳ μὲν βασιλῆα περισταδὸν ἀμφιχυθέντες
Κύζικον εὐξέστοισιν ὑπὸ πλακέεσσιν ἔθηκαν·
ἂν δ’ ἄρα τύμβον ἔχευαν, ἐδωμήσαντο δὲ σῆμα.
Φιτροὺς δ’ αἶψα κόμιζον, ἰδ’ ἔντομα πορσύνοντες
παμμέλαν’ ἐν βόθροις κατεκείαθον. Αὐτὰρ ἔγωγε
ψυχὴν ἱλασάμην, σπένδων μειλίγματα χύτλων
ὕδατί τ’ ἠδὲ γάλακτι, μελισσορύτων ἀπὸ νασμῶν
λοιβαῖς συμπροχέων καὶ ἐμοῖς ὕμνοισι γεραίρων.
Αὐτὸς δ’ Αἰσονίδης προυθήκατο πᾶσιν ἄεθλον,
τυμβιδίου ἐπ’ ἀγῶνος ἑταίροις ἔμμεν’ ἄεθλα
δῶρα τά οἱ πόρεν Ὑψιπύλη Λήμνοιο φέρεσθαι.
Ἀγκαίῳ μὲν δῶκε πάλης γέρας ἀμφικύπελλον
χρύσειον πολυχανδὲς ἔχειν· Πηλῆι δ’ ἔδωκε
θάσσοντι σταδίοισι, ποδωκείης ἕνεκα σφῆς,
χλαῖναν φοινικέην, πολυδαίδαλον ἔργον Ἀθήνης.
Αὐτὰρ παγκρατίου δῶκεν γέρας Ἡρακλῆϊ
ἀργύρεον κρητῆρα παναίολον, ἱππασίης δὲ
Κάστορι χρυσείων φαλάρων πολυτεχνέα κόσμον.
Πυγμαχίης δὲ τάπηθ’ ἁλιανθέα δῶκε φέρεσθαι
ἀθλοφόρῳ Πολυδεύκει· ὁ γὰρ κλυτὸν ἤρατο νῖκος.
Αὐτὸς δ’ εὐκαμπὲς τόξον λάβεν ἠδ’ ἄρ’ὀϊστούς·
τεινάμενος δέ οἱ ἧκε βέλος, τὸ δ’ ἀπέπτατο τηλοῦ·
δῶκε δ’ ἄρ’ Αἰσονίδῃ Μινύης λόχος εἵνεκα τιμῆς
πλέξας εὐανθῆ στέφανον τανυφύλλου ἐλαίης.
Αὐτὰρ ἐμοὶ μολπῆς γέρας ὤπασε δῖος Ἰήσων
ἐμβάδα χρυσείῃσι τιταινομένην πτερύγεσσι.
Λῦτο δ’ ἀγών· φήμη δὲ διέπτατο δώματος εἴσω
Κυζίκου οἰχομένου. Τοῦ δ’ ὡς κλύε σύγγαμος αἰνή,
στήθεα δρυπτομένη λίγ’ ἐκώκυεν· ἀμφὶ δὲ δειρῇ
ἀψαμένη μήρινθα, βρόχῳ ἀπὸ θυμὸν ὄλεσσε.
Γῆ δ’ ὑποδεξαμένη πλακὶ δάκρυα πίδακος ἧκε
βλύζουσ’ ἀργυροειδὲς ὕδωρ κρήνης ἀπὸ μέσσης
ἀέναον· Κλείτην δὲ περικτίονες καλέουσι.
Καὶ τότ’ ἔβαν βασιλῆες ὀνειροπόλον διὰ πύστιν
κνημὸν ἐπὶ ζάθεον καὶ Δίνδυμον ἀκρώρειαν,
ὄφρα κε μειλίξαιντ’ εὐοινίστοις ἐπιλοιβαῖς
Ῥείην πρεσβυγενῆ, θυμὸν δ’ ἀλέαιντο ἀνάσσης.
Αὐτὰρ ἐγὼν ἑπόμην, φόρμιγγα δὲ χερσὶν ἄειρον.
Ἄργος δ’ αὖθ’ ἵκανε λιπὼν εὐεργέα νῆα,
ὅς κε τανυφλοίῳ ἐλάτῃ ἀμφιπλεκὲς ἔρνος
ἀμπέλου αὐαλέης ὀξεῖ ἀπέκερσε σιδήρῳ·
ξέσσε δ’ ἐπισταμένως βρέτας ἱερὸν ἰδμοσύνῃσι,
μίμνειν ἔμπεδον αἰὲν ἐπεσσομένοις ἀνθρώποις·
λάασι δ’ εὐτύκτοις δωμήσατο οἶκον ἀνάσσῃ.
Ἐν δ’ ἄρ’ ἐπειγόμενοι Μινύαι, μέγα δ’ ἔξοχα πάντων
Αἰσονίδης, λιθάκεσσιν ἀρηρότα βωμὸν ἔτευξαν,
ᾧ ἔπι ταυροθύτους λοιβὰς ἠδ’ ἱερὰ καλὰ
ῥέξαν ἀριστῆες· σπονδαῖσι δὲ τέρπετο Ῥείη.
Αὐτὰρ ἔμ’ ἤνωγον κλῇσαι θεὸν ἠδὲ γερῆραι,
ὄφρα κεν ἀντομένοις νόστον μελιηδέ’ὀπάσσοι.
Ἀλλ’ὅτε δὴ θυέεσσι λιταῖσί τε γουνασάμεσθα,
Ἀργῴην ποτὶ νῆα κατήλθομεν. Ἐν δ’ ἄρα Τῖφυς
ἥρωας πρύμνηθεν ἐκέκλετο· σὺν δ’ ἄρα πάντες
ἐσσύμενοι θώκοισιν ἐπὶ προτέροισι κάθιζον,
βάντες ὑπὲρ τοίχοιο, καὶ εἰρεσίης μνώοντο.
Ἀπροφάτως δ’ ἀπὸ γῆς στρεπτοὶ λύοντο κάλωες·
πείσματα δ’ ἡπλώθη, κραιπνὸν δ’ ἀπὸ Δινδύμου ἄκρης
ἴκμενον οὖρον ἐφῆκε Ῥέη λιπαροκρήδεμνος.
Ἡμεῖς δ’ αὖτ’ ἐπὶ νηὶ γεράσμια πέμπομεν ἱρά,
βωμὸν ἐπιστέψαντες ἐπεσσομένοισι πυθέσθαι,
Πεισματίῃ, τόθι πείσματ’ ἐεργομένης λύθεν Ἀργοῦς.
Αὐτὰρ ἐπεί ῥ’ὀθόνας ἀκάτου πλήρωσεν ἀήτης,
θῦνε διαπρήσσουσ’ ἁλιμυρέα κύματα πόντου,
Μύσια δὲ σχεδόθεν παραμείβετο πείρατα γαίης.
Αἶψα δὲ Ῥυνδακίους προχοὰς ἤμειψε θέουσα,
καλούς τ’ ἐς λιμένας ψαμαθώδεας εἰσεπέρησε.
κέλσε δ’ ἐπ’ αἰγιαλῷ· προτόνοις δ’ ἐπὶ χεῖρα βαλόντες,
ἱστία μηρύσαντο καὶ ἀμφ’ ἱμᾶσιν ἔδησαν·
κλίμακα δ’ ἐξώκειλαν ἐπὶ χθονός, ἐκ δ’ ἔβαν αὐτοί,
σίτου καὶ πόσιος λελιημένοι. Ἀμφὶ δὲ κναμὸς
Ἀργάνθου κατέφαινε βαθυσκόπελοί τε κολῶναι.
Ἡρακλέης δ’ ἠπείγετ’ ἀν’ ὑλήεντας ἐναύλους,
τόξον ἔχων παλάμαις ἰδὲ τριγλώχινας ὀϊστούς,
ὄφρα κε θηρήσαιτο, πόροι δ’ ἐπὶ δόρπον ἑταίροις
ἢ σύας ἢ πόρτιν κεραὴν ἢ ἄγριον αἶγα.
Τοῦ δ’ ἄφαρ ὁρμήσαντος, Ὕλας ἐξίκετο νηὸς
λάθρῃ ἐπισπόμενος· σκολιῆς δ’ ἀλίτησεν ἀταρποῦ
ὕλῃ ἐνιπλαγχθείς, ἐν δὲ σπέος ἤλυθε Νυμφῶν
Λιμνακίδων· αἱ δέ σφιν ἐσαθρήσασαι ἰόντα
κοῦρον ἔτ’ ἠίθεον κατερύκακον, ὄφρα σὺν αὐταῖς
ἀθάνατός τε πέλῃ καὶ ἀγήραος ἤματα πάντα.
Ἀλλ’ὅτε πρὸς μεσάτην ἠῶ φέρεν ὠκέας ἵππους
Ἠέλιος, κραιπνὸς δ’ ἐξ οὔρεος ἔπνεεν οὖρος,
ἐν δ’ ἔπεσ’ ἀργενναῖς ὀθόναις, Τῖφυς δ’ ἐγεγώνει
νηὸς ἔσω περάαν, θινὸς δ’ ἐκ πείσματα λύειν.
Οἳ δὲ κυβερνητῆρος ἐφημοσύναις ἐπίθοντο·
Εἰλατίδης δ’ ἀνὰ πρῶνα θοῶς Πολύφημος ἔβαινεν,
ὄφρα κεν Ἡρακλῆα θοῶς ἐπὶ νῆα καλέσσοι,
ἀλλ’οὔ οἱ ξύμβλητο· μολεῖν γάρ οἱ οὔ τι πέπρωτο
Φᾶσιν καλλίροον μένος ὄβριμον Ἡρακλῆος.
Αὐτὰρ ἐπηῷοι λυγρὴν ἐπελάσσαμεν αἶαν,
ἔνθ’ Ἄμυκος Βεβρύκεσσιν ὑπερφιάλοισιν ἄνασσεν,
ὅς τε Πανομφαίου Ζηνὸς θέμιν οὐκ ἀλεγίζων
ἆθλον ἐπὶ ξείνοισι περικτιόνων ἀνθρώπων,
ὅς τις ἐπὶ σταθμοὺς ἠδ’ ἀστεμφῆ δόμον ἵξῃ,
θήκατο πυγμαχίης ὑπερόπλου πειρηθῆναι.
Τὸν μὲν ἄρ’ ἠΐστωσε βίῃ κρατερὸς Πολυδεύκης,
τύψας ἀπροφάτως κεφαλὴν σκληροῖσιν ἱμᾶσι·
λαοὺς δ’ αὖ Βεβρύκων Μινύαι χαλκῷ κατένηραν.
Ἔνθεν δ’ ἀφορμηθέντες, ὑπ’ εἰρεσίῃ δὲ καμόντες,
Βιθυνῶν μέγα ἄστυ βαθείῃ κέλσαμεν ἀκτῇ
σπεύδοντες προχοαῖς ἠδ’ ἐν νιφαργέσιν ὕλαις,
ἕσπεροι αὐλισθέντες ἐφωπλισσοίμεθα δόρπον.
Ἔνθα ποτ’ αἰνόγαμος Φινεὺς ὑπερήνορι θυμῷ
δοιοὺς ἐξαλάωσε γόνους προβλῆσί τε πέτραις
θηρσὶν ἕλωρ προὔθηκε γυναίων εἵνεκα φίλτρων.
Τοὺς δὲ καὶ ἀσκηθεῖς καὶ ὀπωπότας αὖθις ἔτευξαν
παῖδε κλυτοῦ Βορέου· Φινεῖ δέ οἱ ὤπασαν ἄτην
ἀργαλέοιο κότου, φωτὸς δ’ ἀπενόσφισαν αὐγάς.
Αὐτὰρ ἐπεὶ ζαμενὴς Βορέης στροφάδεσσιν ἀέλλαις
ἁρπάξας ἐκύλινδεν ὑπὸ δρυμὰ πυκνὰ καὶ ὕλας
Βιστονίης, ἵνα κῆρ ὀλοὴν καὶ πότμον ἐπίσπῃ.
Αὐτὰρ ἐπεὶ Φινῆος Ἀγηνορίδαο λιπόντες
αὖλιν, ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐξικόμεσθα
ἀγχοῦ Κυανέαις πέτραις, ἅς μοι ποτὲ μήτηρ
ἡμετέρη κατέλεξε περίφρων Καλλιόπεια·
οὐ γάρ οἱ ἐξυπάλυξις ὀϊζυροῖο πόνοιο,
ἀλλὰ κατειρύμεναι ἀνέμων ἀργῇσσιν ἀέλλαις
ξυμβλῆτες πίπτουσιν ἐπ’ ἀλλήλαισιν ἰοῦσαι·
δοῦπός τ’ ἂμ πέλαγός τε καὶ οὐρανὸν εὐρὺν ἱκάνει
ῥηγνυμένοιο κλύδωνος ὀρινομένης τε θαλάσσης·
κύματι παφλάζοντι περιβρέμει ἄσπετος ἅλμη.
Ἀλλ’ ἐγὼ Ἀγνιάδῃ τάδ’ ἀπὸ γλώσσης ἀγόρευσα,
πρύμναν ἐπ’ εἰσθορέειν ὄφρ’ ἂν πεφυλαγμένος εἴη·
τοῦ δὲ καὶ εἰσαΐοντος ἐπαχνώθη φίλον ἦτορ·
ἐν στέρνοισι δὲ κεῦθεν, ἅ οἱ τελέεσθαι ἔμελλε
μοῦνος ἀφ’ ἡρώων. Ἀλλὰ γλαυκῶπις Ἀθήνη
Ἥρης ἐννεσίῃσιν ἐρωδιὸν ἧκε φέρεσθαι
ἄκρην ἀντιπέραιαν· ὃ δ’ ἀσχαλόων πεπότητο,
πέτραις δ’ ἐν μυχάταισιν ὑπὸ πτερύγεσσιν ἀερθεὶς
δίνευεν· ταὶ δ’ αἶψα κραδαινόμεναι ἑκάτερθεν
σύμπεσον ἀλλήλαισι καὶ οὐρῆς ἄκρον ἔκερσαν
ὄρνιθος, περὶ δέ σφιν ἐτώσιον ἠρείσαντο.
Τῖφυς δ’ ἐκπροφυγόντος ἐρωδιοῦ αἰπὺν ὄλεθρον
αἶψα μὲν ἡρώεσσιν ἐκέκλετο· τοὶ δ’ ἀΐοντες,
ἱέμενοι θοὰ κύμαθ’ ὑπειρεσίῃσι χάρασσον·
αὐτὰρ ἐγὼ μολπῇσι παρήπαφον ἡμετέρῃσι
πέτρας ἠλιβάτους· αἱ δ’ ἀλλήλων ἀπόρουσαν.
Κῦμα δ’ ἀνερρόχθησε· βυθὸς δ’ ὑποείκαθε νηὶ
ἡμετέρῃ πίσυνος κιθάρῃ, διὰ θέσκελον αὐδήν.
Ἀλλ’ὅτε δὴ πορθμοῖο κατὰ στόμα καὶ διὰ πέτρας
Κυανέας ἤμειψε λάλος τρόπις, αὐτίκ’ ἄρ’ αἵ γε
βυσσόθεν ἐρριζοῦντο καὶ ἔμπεδον αἰὲν ἔμιμνον·
οὕτω γὰρ Μοῖραι τάδ’ ἐπεκλώσαντο βαρεῖαι.
Καὶ τότε δὴ προφυγόντες ἀδευκέα πήματ’ὀλέθρου,
Ῥηβαίου προχοαῖσι Μελαίνῃ τ’ ἐξικόμεσθα ἀκτῇ
νῆσον ὑπὲρ δολιχὴν Θυνηίδα, τῆς ἀπάτερθεν
Τέμβριος ἰχθυόεις θαλεραῖς πλημμύρεται ὄχθαις,
Σαγγάριός θ’ὃς κύματ’ ἐπιτρέχει Ἀξείνοιο.
Ἀλλ’ὅτ’ ἐπ’ αἰγιαλὸν ἐπενεισάμεθ’ εἰρεσίῃσιν,
ἀμφὶ Λύκοιο ῥέεθρον ἐκέλσαμεν, ᾧ ἔπι λαοῖς
κραῖνε Λύκος ποταμοῖο φερώνυμος, ὅς ῥ’ ὑπέδεκτο
ἥρωας Μινύας, ξενίῃ δ’ ὑπέδεκτο τραπέζῃ,
φίλετο δ’ αὖ νύκτας τε καὶ ἤματα συνεχὲς αἰεί.
Ἔνθα καὶ αἶσα παρέσχε καταφθίσθαι δύο φῶτας,
Ἴδμον’ Ἀβαντιάδην τε κυβερνητῆρά τε Τῖφυν·
τοῦ μὲν δὴ κατὰ σῶμα λυγρὴ ἠρείσατο νοῦσος,
τὸν δὲ κατέκτανε θήρ, σῦς ἄγριος. Ἂν’ δ’ ἄρα τοῖς γε
τύμβους χευάμενοι, πολιὴν ἐπενεισάμεθ’ ἅλμην
Ἀγκαίῳ πίσυνοι· τὸν γὰρ φάσαν ἴδριν ἅπαντες
ναυτιλίης σφετέρῃσι δαημοσύνῃσι κεκάσθαι.
Αὐτάρ ὁ πηδαλίων οἰήια λάζετο χερσὶ
νῆα κατιθύνων ἐπὶ Παρθενίοιο ῥέεθρα,
ὃν δὴ Καλλίχορόν μιν ἐπωνυμίην καλέουσιν,
ὅν τοι ἐγὼ μύθοισιν ἐνὶ προτέροισιν ἔλεξα.
Ἔνθεν ἄκρην προβλῆτα παραπλώσαντες ἔβημεν
γῆν ἐπὶ Παφλαγόνων, τήν οἱ παράμειψε θέουσα
Ἀργὼ ὑπὲρ μέγα λαῖτμα, Καραμβιακὴν δ’ ἵκετ’ ἄκρην,
Ἀσσυρίων τε λεὼν τρηχύν τ’ ἀγκῶνα Σινώπης,
ᾗ ἐπὶ Θερμώδων κεῖται Ἅλυος τε ῥέεθρον
πουλὺν ἐπ’ αἰγιαλὸν δίνας ἁλιμυρέας ἕλκον.
Νέρθεν ὑποθρώσκουσι Βορειάδος ἀντίον Ἄρκτου
μακρὰ Θεμισκύρης Δοιαντίδος ἄλσεα κεῖται·
ἄγχι δ’ Ἀμαζονίδων δαμασίππων ἄστεα κεῖται·
καὶ Χάλυβες Τιβαρηνά τ’ ἔθνη λαοί τ’ Ἐκέχειρες
μίγδην Μοσσύνοις πεδίον περιναιετάουσι.
Λαῖτμα δ’ ἐπιπλώσαντες ἐκέλσαμεν αἰγιαλοῖσιν
ἧχι τε Μάκροι ἔσαν Μαριανδύνοισιν ὅμουροι.
Νέρθε δέ τοι Ἑλίκης δολιχὸς παρακέκλιται αὐχήν·
ἔνθα δ’ ὑπωρείῃσιν ἐπὶ προβλῆσι κυκλοῦνται
τηλεφανεῖς αὐλῶνες ὑπὲρ μυχὸν εὐρέα κόλπου·
οὗ Σύμης ὄρος ἐστὶ πολύς τ’ εὐθαλέα λειμών·
ἕνθα δ’ Ἀράξου ῥεῦμα μεγαβρεμέτου ποταμοῖο·
ἐξ οὗ Θερμώδων Φᾶσις Τάναΐς τε ῥέουσιν·
οὗ Κόλχων κλυτὰ φῦλα καὶ Ἡνιόχων καὶ Ἀβάσγων.
Ὃν παραμειβόμενοι, μυχάτοις ἐπεπλείομεν ὅρμοις
Οὔρων Χιδναίων τε, Χαρανδαίων Σολύμων τε,
καὶ Φίλυρας Ναπάτας τε καὶ ἄστεα πυκνὰ Σαπείρων
Βύζηράς τ’ ἐπὶ τοῖσιν ἰδ’ ἄξενα φῦλα Σιγύμνων.
Ἷκτο δ’ ὑπὸ πνοιῇς ἀνέμου πλησίστιος Ἀργὼ
ὄρθριον, ἐρχομένης Ἠοῦς ἐπ’ ἀπείρονα κόσμον,
ἐς πέρατ’ Ἀξείνου Φᾶσιν κατὰ καλλιρέεθρον.
Ἀγκαῖος δ’ ἤνωγε παραιφάμενος ἐπέεσσι
λαίφεά τε στέλλειν καὶ ἐπίκριον αὖθι χαλάσσαι
ἱστὸν ἀνακλίναντας, ὑπ’ εἰρεσίῃ δὲ νέεσθαι.
Αὐτὰρ ἐπεὶ ποταμοῖο διὰ στόμα πρηῢ ῥέοντος
ἱκόμεθ’, αὐτίκα οἱ στέφανος καὶ τεῖχος ἐρυμνὸν
Αἰήτεω κατέφαινε καὶ ἄλσεα τοῖς ἔνι κῶας
χρύσεον ᾐώρητο χαλαζαίῃ ἐπὶ φηγῷ.
Ὣς οἳ μὲν τὰ ἕκαστα πονείαθον· αὐτὰρ Ἰήσων
αὐτίκα μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν·
ξυνὴν μὲν Μινύαισιν ἄδην ἀνενείκατο φωνήν,
ἤ μιν ἐς Αἰήταο μόλῃ δόμον οἶος ἀπ’ ἄλλων,
μειλιχίοις στέρξῃ τε παραιφάμενος ἐπέεσσιν,
ἠὲ μεθ’ ἡρώεσσι, καὶ ἐς μόθον αὐτίκα λεύσσοι.
Ἀλλ’οὔ οἱ Μινύαισιν ἐφήνδανε πᾶσι νέεσθαι·
δεῖμα δ’ ἐνὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη
ἀμβολίην θ’, ἵνα δὴ τελέσῃ, τά περ αἶσα γενέσθαι.
Ὦκα δ’ ἄρ’οὖλον Ὄνειρον ἀπ’οὐρανοῦ ἧκε φέρεσθαι
εἰς δόμον Αἰήταο. Συθεὶς δ’ὅ γε δεῖμα πέλωρον
ἔσκηψεν βασιλῆι περὶ φρένας· ὅς νιν ἔδοξε
παρθένου ἣν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἑοῖσι
Μηδείης κόλποισιν ἐν ἱμερτοῖσι συθῆναι
ἀστέρα παμφανόωντα δι’ ἠερίοιο πορείης·
ἡ δ’ ἐπεὶ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῷ,
ἧκε φέρουσ’ εἰς χεύμα ἐυρρείτου ποταμοῖο
Φάσιδος· ἀστέρα δ’ αὖ μιν ἀναρπάξαντα ῥεέθρῷ
οἴχεσθαι πόντοιο δι’ Ἀξείνοιο φέροντα.
Ταῦτα δ’ ἐσαθρῆσας δολίου ἐξέσσυτο ὕπνου,
ἀπροφάτως, στυγερὸν δὲ περὶ φρένας εἵλκετο δεῖμα.
Ἆλτο δ’ ἄρ’ ἐξ εὐνῆς· δμωσὶν δέ οἱ ὦκ’ ἐπέτελλεν
ἵππους ἐντύνειν, ὑπὸ δὲ ζεύξασθαι ἀπήνῃ,
ὄφρα κε μειλίξαιτο κιὼν ἐπὶ ῥεῖθρον ἐραννὸν
Φᾶσιν δινήεντα σὺν ἐνδαπίῃς μίγα Νύμφαις
ψυχάς θ’ ἡρώων ὅσσαι τ’ ἐπὶ ῥεῖθρον ἄμειβον.
Θυγατέρας δ’ ἔκλῃζε θυώδεος ἐκ θαλάμοιο,
Χαλκιόπην σὺν παισὶν ἀποφθιμένου Φρίξοιο,
ἠδ’ ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν,
παρθένον αἰδοίην, ὄφρ’ ἂν συνέποιντο κίοντι.
Ἄψυρτος δ’ ἀπάνευθε δόμους ναίεσκε τοκῆος.
Ἅρμα δ’ ἐπὶ χρύσειον ἔβη μίγα θυγατέρεσσιν
Αἰήτης· τὸν δ’ αἶψα δι’ ἐκ πεδίου φέρον ἵπποι
χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἔνθα περ αἰεὶ
εὐχωλὰς ῥείθροισι καὶ ἱερὰ κάλ’ ἐκόμιζον.
Κείναισιν δ’ὄχθαισιν ὑπόδρομος ἤλυθεν Ἀργώ.
Τήν ῥα τότ’ Αἰήτης εἰσέδρακεν, ἐν δ’ ἄρα πολλούς
ἑξείης ἥρωας ὁμιλαδὸν ἑδριόωντας,
ἀθανάτοις ἰκέλους· περὶ γάρ ῥά ἑ τεύχεα λάμπε·
τοῖσι δ’ ἄρ’ ἐν πάντεσσι μετέπρεπε δῖος Ἰήσων·
Ἥρη γὰρ περὶ πάμπαν ἐτίετο καί οἱ ἔδωκε
κάλλος τε μέγεθός τε καὶ ἠνορέην ὑπέροπλον.
Ἀλλ’ὅτε δὴ σχεδὸν ὄντες ἐπ’ ἀλλήλοις βάλον ὄσσε,
Αἰήτης Μινύαι τε περὶ φρένα παχνώθησαν.
Πρόσθε γὰρ Αἰήτης μὲν ἐφ’ ἅρματος Ἠέλιος ὣς
λάμπετο μαρμαρυγαῖσι πέριξ χρυσέων ἀπὸ πέπλων·
ἀμφὶ δέ οἱ κεφαλῇ στεφάνην ἔχε θυσσανόεσσαν
ἀκτῖσιν φλογέαις· σκῆπτρον δ’ ἐν χερσὶν ἐνώμα
ἀστεροπαῖς ἴκελον· δοιὼ δ’ ἑκάτερθεν ἔηστον
θυγατέρες· ταῖς γάρ κεν ἀγαλλόμενος πεφόρητο.
Σμερδνὸν ὑπ’ὀφθαλμοῖσιν ἐσέδρακε νηὶ πελασθείς,
καί οἱ ἀπὸ στηθέων βριαρὴν ἀνενείκατο φωνὴν
δεινὸν ὁμοκλήσας· μέγα δ’ ἀντιάχων ἐγεγώνει·
“Φράζετον οἵ τινές ἐστε, τί δὲ χρέος ὗμας ἱκάνει,
ἔκποθεν ἐλδομένοισι Κυτηΐδα γαῖαν ἀμεῖψαι.
Οὐκ ἄρ’ ἐμὴν ἀλέγοντες ἀνακτορίην πεφόβησθε,
οὐδὲ λεών, σκήπτροισιν ἐπήρανον ἡμετέροισι,
Κόλχων, οἵ κεν Ἄρηϊ δορυσσόῳ εἰσὶν ἀτειρεῖς,
ἐς μόθον ἱεμένοις εὖ εἰδότες ἶφι μάχεσθαι;”
Ὣς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
Αἰσονίδῃ δ’ ἄρα θάρσος ἐνὶ πραπίδεσσιν ὄπασσεν
Ἥρη πρέσβα θεά· μέγα δ’ ἀντιάχων ἐγεγώνει·
“Οὔτέ νυ ληιστῆρες ἱκάνομεν, οὔτέ τιν’ ἄλλην
γαῖαν ἐπιστρωφῶντες ἐγείρομεν ὕβριος αἴσῃ
ἔργ’ ἄδικ’ ἀνθρώποισιν, ἃ δὴ πολέες μεμάασι
τετλάμεν ἐν βιοτῇ κέρδους ἕνεκα σφετέροιο.
Ἀλλά μοι ἆθλον ἔταξε Ποσειδῶνος φίλος υἱός,
πατροκασίγνητος Πελίας, χρύσεον πάλι κῶας
λαζομένους ἀφικέσθαι ἐϋκτιμένην ἐς Ἰωλκόν.
Οὐδέ τί οἱ νώνυμνοι ἐμοὶ ἐρίηρες ἑταῖροι·
οἳ μὲν γὰρ μακάρων, οἳ δ’ ἡρώων γένος ἐσμέν,
οὐδέ τί οἱ πολέμων ἀδαήμονες οὐδὲ μόθοιο.
Ξεῖνοι δ’ εὐχόμεθ’ εἶναι ἐφέστιοι· ὣς γὰρ ἄμεινον.”
Ὣς φάτο· τοῦ δ’ ἄρα θυμὸς ὀρίνετο ἶσος ἀέλλῃ
Αἰήτεω, καὶ σμερδνὸν ἐσέδρακεν ὀφθαλμοῖσιν,
φρικτὸν ἐφ’ ἡρώεσσι δόλον καὶ μῆτιν ὑφαίνων.
Ὀψὲ δὲ δὴ Μινύαισι τοίην ἀνενείκατο φωνήν·
“Εἰ μὲν δὴ Κόλχοισιν ἀρηιφάτοισιν ἐσάντα
μαρναμένοις ἐπιθῆσθον, ἀποφθίσειν μένος ἀνδρῶν
ἔλπεσθ’, ὥς κεν ἀδήριτον γέρας ἔσσετ’ ἐν ὑμῖν,
κῶας ἀειρομένους ἰέναι πρὸς πατρίδα γαῖαν;
Εἰ δέ νυ παῦροι ἐόντες ὑποκλίνητε φάλαγγι
ἡμετέρῃ, τότε νῆα καταφθιμένοισι κεάξω.
Εἰ δέ κέ μοι πείθησθε—τὸ καὶ πολὺ κέρδιόν ἐστι—
κρίναντες τὸν ἄριστον ἢ ὃς βασιλεύτερός ἐστιν,
ὄφρά κε πειρηθεὶς ἀέθλων οὓς αὐτὸς ἐνίσπω,
κῶας ἕλῃ χρύσειον, ὃ καὶ γέρας ἔσσεται ὑμῖν.”
Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δ’ ἄρ’ὀπίσσω
βῆσαν ἀμειβόμενοι. Μινύαις δ’ ἄχος ἔπλετο θυμῷ,
καί ῥα τόθ’ Ἡρακλῆος ἔχον πόθον, οὐ γὰρ ἔμιμνον
ἔθνος ἀμαιμάκετον Κόλχων καὶ θούριον Ἄρην.
Νῦν δέ σοι, ὦ Μουσαῖε, παραδρομάδην ἀγορεύσω
οἷά περ αἰνόμοροι Μινύαι πάθον ἠδ’ὅσ’ ἔρεξαν·
ὥς τ’ ἄψορρος ὄρουσ’ ἐκ δώματος Αἰήταο
Ἄργος ἐϋμμελίης Φρίξου πάϊς ὅν ῥα ἔτικτε
Χαλκιόπη—τῷ γὰρ παρελέξατο πατρὸς ἐνιπῇ
ἡνίχ’ ὑπὲρ νώτῳ κριοῦ Κόλχοισι πελάσθη—
ἀγγέλλων Μινύαισιν, ἃ δὴ τελέεσθαι ἔμελλε
σφῇσιν ἀτασθαλίησι πολυφθόρου Αἰήταο·
ἠδ’ ὡς παρθενίοις αὐτοῦ φίλτροις ἐδαμάσθη
αἰνόγαμος Μήδεια, θεᾶς Ἥρης διὰ βουλάς—
ἐν γάρ οἱ ἵμερον ὦρσεν ἐρωτοτρόφος Κυθέρεια,
ἧκε δ’ ἄρ’ ἰὸν ὑπὸ σπλάγχνοις δασπλῆτις Ἐριννύς—·
ὥς τε βόας ζεύγλαισι δαμάσσατο πῦρ πνείοντας
τετραγύῳ θέμενος σπόρον αὔλακι, τόν ῥ’ ἐκόμισσε
Φρίξος ἐϋμμελίης, ὅτ’ ἔβη δόμον Αἰήταο,
ἕδνον Ἐνυαλίοιο δρακοντείων ἀπ’ὀδόντων·
ἠδ’ ὡς δυσμενέων σπαρτῶν στάχυν ἐξενάριξεν
αὐτοφόνῳ παλάμῃ, πῶς δ’ ἀγλαὸν ἤρατο κῦδος
Αἰσονίδης· ὥς τ’ ἦλθε δι’ ἐκ μεγάρων λελαθοῦσα
λῖτι καλυψαμένη ἑανῷ, διὰ νύκτερον ὄρφνην
παρθένος αἰνολεχής—περὶ γάρ ῥά ἑ τεῖρον Ἔρωτες
νηὸς ἐπ’ Ἀργῴας πελάσαι καὶ πότνι’ Ἀνάγκη—
οὔ τιν’ὀπιζομένη, πατρὸς χόλον οὐκ ἀλέγουσα·
ἠδ’ ὡς ἀμφιπλακεῖσα περιπτύξασά τε μορφάς,
στέρνα τε μαιμώωσα κύσεν χαρίεν τε πρόσωπον,
δάκρυσι πλημμύρουσα γενειάδας, οὐδέ τιν’ αἰδῶ
ἔσχε πόθῳ ἥρωος, ἐλαυνομένη δ’ ὑπὸ φίλτρων,
παρθενίην ἔρριψε γάμων τ’ εὐήνορα θεσμόν.
Ἄλλα τ’ αὖ πολλὰ καὶ ἐς ὕστερον αὖθις ἀκούσῃ.
Ἀλλ’ὅτε δὴ Μήδεια λίπεν δόμον Αἰήταο
λαθριδίῃ καὶ νηὸς ἐφ’ ἡμετέρης ἐπελάσθη,
δὴ τότ’ ἄρα κατὰ θυμὸν ἐμηδόμεθ’, ὄφρα μολόντες
ἀμφ’ ἱερῆς φηγοῖο δέρας χρύσειον ἕλωμεν
ῥᾷστα. Περὶ φρεσὶ δ’ ᾗσι δοκεύομεν, οὐδέ τις ἡμέων
ἔγνω μόχθον ἄελπτον· ἐφέσπετο γὰρ μέγα ἔργον
πᾶσιν ἐφ’ ἡρώεσσι, κακῶν δ’ ἀνεφαίνετο πυθμήν.
Πρόσθε γὰρ Αἰήταο δόμων ποταμοῖό τ’ ἐρυμνοῦ
ἐννέ’ ἐπ’ὀργυιῶν ἕρκος περιμήκετον ἄντην
φρουρεῖται πύργοισι καὶ εὐξέστοισι μύδροισιν,
ἑπτὰ περὶ στεφάνοισι κυκλούμενον. Ἐν δ’ ἄρα τρισσαὶ
χαλκήρεις πύλαι εἰσὶ πελώριοι· ἐν δ’ ἄρα ταῖσι
τεῖχος ἐπιθρώσκει, περὶ δ’ αὖ χρύσειαι ἐπάλξεις.
Αὐτὰρ ἐπὶ σταθμοῖο πυλῶν τηλῶπις ἄνασσα
ἱστάνει αἰθύσσουσα πυρὸς σέλας, ἥν τέ νυ Κόλχοι
Ἄρτεμιν ἐμπυλίην κελαδοδρόμον ἱλάσκονται,
δεινήν τ’ ἀνθρώποισιν ἰδεῖν δεινήν τ’ ἐσακοῦσαι,
εἰ μή τις τελετὰς πελάσῃ καὶ θύσθλα καθαρμῶν,
ὅσσα περ ἀρήτειρα καθάρματα μύστις ἔκευθε,
αἰνολεχὴς Μήδεια Κυτηιάσιν μίγα κούραις.
Οὐδέ τις ἐνδοτέρω κείνην ὁδὸν εἰσεπέρησεν
ἐνδάπιος ξεῖνός τε βροτῶν ὑπὲρ οὐδὸν ἀμείψας·
εἴργει γὰρ πάντῃ δεινὴ θεὸς ἡγεμόνεια,
λύσσαν ἐπιπνείουσα πυριγλήνοις σκυλάκεσσιν.
Ἐν δέ σφιν πυμάτῳ μυχῷ ἕρκεος ἄλσος ἀμείβει,
δένδρεσιν εὐθαλέεσσι κατάσκιον, ᾧ ἔνι πολλαί
δάφναι τ’ ἠδὲ κράνειαι ἰδ’ εὐμήκεις πλατάνιστοι.
Ἐν δὲ πόαι ῥίζῃσι κατηρεφέες χθαμαλῇσιν·
ἀσφόδελος κλύμενός τε καὶ εὐειδὴς ἀδίαντος,
καὶ θρύον ἠδὲ κύπειρον ἀριστερεών τ’ ἀμενηνά,
ὅρμινόν τε καὶ εἰρύσιμον κύκλαμίς τ’ ἰοειδής,
στοιχὰς παιονίη τε καὶ εὐερνὲς πολύκνημον,
μανδραγόρης πόλιόν τ’, ἐπὶ δὲ ψαφαρὸν δίκταμνον
εὔοδμός τε κρόκος ἰδὲ κάρδαμον, ἐν δ’ ἄρα κῆμος,
σμίλαξ ἠδὲ χαμαίμηλον μήκων τε μέλαινα,
ἄλκυα καὶ πάνακες καὶ κάλπασον ἠδ’ ἀκόνιτον,
ἀλλά τε δηλήεντα κατὰ χθόνα πολλὰ πέφυκε.
Μέσσον δ’ ἠερόμηκες ἐπὶ στύπος ἄλσεϊ πολλῷ
ἥπλωται φηγοῖο πέριξ κλαδεῶσιν ἐρυμνόν.
Εν δ’ ἄρα οἱ χρύσειον ἐπεκρέματ’ ἔνθα καὶ ἔνθα
ὅρπηκος ταναοῖο δέρας τό κεν ἀμφιδοκεύει
δεινὸς ὄφις, θνητοῖς ὀλοὸν τέρας, οὐ φατὸν εἰπεῖν·
χρυσέαις γὰρ φολίδεσσιν ἐθείρεται, ἄν δ’ ἄρα πρέμνον
ἀπλάτοις ὁλκοῖσι φορεύμενος, ἀμφιπολεύει
σῆμα χαμαιζήλοιο Διός, ποτὶ κῶας ἀμείβων
φρουράς· ἄκμητος δ’ ἐπιμαίεται ἄμμορος ὕπνου
γλαυκοῖς ἀμφ’ὄσσοισιν ἀναιδέα κανθὸν ἑλίσσων.
Αὐτὰρ ἐπεὶ κλύομεν τόδ’ ἐτήτυμον ὡς ἐτέτυκτο
ἀμφί τε Μουνυχίης Ἑκάτης φρουρῆς τε δράκοντος,
πάνθ’ὅσα οἱ κατέλεξεν ἀριφραδέως Μήδεια,
διζόμεθ’οἶμον ἄελπτον ὀϊζυροῖο πόνοιο,
ὥς κέ νιν Ἀγροτέρην μειλιξάμενοι πεπίθοιμεν
ἠδ’ ὡς θῆρα πέλωρον ἱκοίμεθα, τόφρ’ ἀνελόντες
δέρμ’ ἀπονοστήσωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
Καὶ τότε δὴ μετὰ πᾶσιν ὁμόκλεεν ἡρώεσσι
Μόψος—ὁ γάρ τ’ ἐδάη σφῇσιν τάδε μαντοσύνῃσιν—
ὄφρ’ ἐμὲ γουνάσσωνται, ἐπιστείλωσι δὲ ἔργον
Ἄρτεμιν ἵλασθαι θέλξαι θ’ ὑπερήνορα θῆρα.
Ὣς οἳ μὲν λίσσοντο περισταδόν· αὐτὰρ ἔγωγε
Αἰσονίδην ἐκέλευσα, δύω δ’ αὖ φῶτε κραταιὼ
Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
Μόψον τ’ Ἀμπυκίδην ἰέναι πρὸς τέρματα μόχθου.
Αὐτὰρ ἐμοὶ Μήδεια συνέσπετο μούνη ἀπ’ ἄλλων.
Ἡνίκα δ’ εἰς σηκοὺς ἱκόμην ζάθεόν τε θεράπνην,
χώρῳ ἐπὶ πλακόεντι βόθρον τρίστοιχον ὄρυξα·
φιτρούς τ’ ἀρκεύθοιο καὶ ἀζαλέης ἀπὸ κέδρου,
ῥάμνου τ’ὀξυτέροιο πολυκλαύτων τ’ αἰγείρων
ὦκα φέρων, ἐπ’ένησα πυρὴν ἔντοσθε βόθροιο.
Πολλὰ δέ μοι φέρε φάρμακ’ ἐπισταμένη Μήδεια,
φωριαμῶν ἀνελοῦσα θυώδεος ἐξ ἀδύτοιο.
Αὐτίκα δ’οὐλαοπλάσμαθ’ ὑπὸ πέπλους ἐπονεύμην·
ἂν δὲ πυρὴν ἐπέβαλλον, ἰδ’ ἔντομα θύματ’ ἔρεζον,
σκύμνους παμμέλανας σκυλάκων τρισσοὺς ἱερεύσας.
Αἵματι δ’ αὖ χάλκανθον ἰδὲ στρούθειον ἔμιξα,
κνῆκόν τε σχιστήν, ἐπί τε ψύλλειον ἀῶδες,
ἄγχουσάν τ’ ἐρυθρὴν ἰδὲ χάλκιμον· αὐτὰρ ἔπειτα
νηδύας ἐμπλήσας σκυλάκων φιτροῖσιν ἔθηκα.
Ὕδατι δ’ αὖ μίξας χολάδας χεόμην περὶ βόθρον
ὄρφνινα θ’ ἑσσάμενος φάρη καὶ ἀπηχέα χαλκὸν
κρούων ἐλλισάμην. Αἱ δ’ὀτραλέως ἐπάκουσαν,
ῥήξασαι κενεῶνας ἀμειδήτοιο βερέθρου,
Τισιφόνη τε καὶ Ἀλληκτὼ καὶ δῖα Μέγαιρα,
πεύκαις ἀζαλέαις φόνιον σέλας ἀιθύσσουσαι.
Καίετο δ’ αὐτίκα βόθρος, ἐπ’εσμαράγει δ’ὀλοὸν πῦρ·
λιγνὺς δ’ αἰθαλόεσσα χύθη περιμήκεα καπνόν.
Αὐτίκα δ’ ἐξ Ἀΐδαο διὰ φλογὸς ἠγέρθησαν
δειναὶ Θαμβήτειραι, ἀπηνέες, ἀπροσόρατοι.
Ἣ μὲν γὰρ δέμας ἔσχε σιδήρεον, ἣν καλέουσι
Πανδώρην χθόνιοι. Σὺν δ’ αἰολόμορφος ἵκανε,
τρισσοκέφαλος ἰδεῖν, ὀλοὸν τέρας οὔ τι δαητόν,
Ταρταρόπαις Ἑκάτη· λαιοῦ δ’ ἄρ’ ἐπεσσύθη ὤμου
ἵππος χαιτήεις· κατὰ δεξιὰ δ’ ἦεν ἀθρῆσαι
λυσσῶπις σκυλάκη· μέσση δ’ὄφις ἀγριόμορφος·
χερσὶν δ’ ἀμφοτέραις ἔχεν ἄορα κωπήεντα.
Ἐγκύκλιαι περὶ βόθρον ἐδίνεον ἔνθα καὶ ἔνθα
Πανδώρη Ἑκάτη τε· συνεσσεύοντο δὲ Ποιναί.
Ἐκ δ’ ἄφαρ Ἀρτέμιδος φρουρὸν βρέτας ἧκε χαμάζε
πεύκας ἐκ χειρῶν, ἐς δ’οὐρανὸν ἤραρεν ὄσσε·
σαῖνον δὲ σκύλακες πρόπολοι. Λύοντο δ’ὀχῆες
κλείθρων ἀργυρέων, ἀνὰ δ’ ἔπτατο καλὰ θύρετρα
τείχεος εὐρυμενοῦς, ὑπεφαίνετο δ’ ἄλσος ἐρυμνόν.
Αὐτὰρ ἐγὼν ὑπὲρ οὐδὸν ἔβην· τῆμος δέ τε κούρη
Αἰήτεω Μήδεια καὶ Αἴσονος ἀγλαὸς υἱὸς
Τυνδαρίδαι τ’ ἤπειγον ὁμοῦ, σὺν δ’ ἕσπετο Μόψος.
Ἀλλ’ὅτε δὴ σχεδόθεν κατεφαίνετο φηγὸς ἐραννὴ
κρηπίς τε Ξενίοιο Διὸς καὶ βώμιος ἕδρη,
ἔνθα δράκων, ὁλκοῖσιν ὑπὸ πλατέεσσιν ἑλιχθείς,
δινεύων ἀνάειρε κάρα βλοσυρόν τε γένειον.
Ἄν δ’ὀλοὸν σύριγξ’· ἐπὶ δ’ ἔβραχεν ἄσπετος αἰθήρ·
δένδρεα δ’ ἐσμαράγησε, κραδαινόμεν’ ἔνθα καὶ ἔνθα
πρυμνόθεν ἐκ ῥίζης· ἰάχησε δὲ σύσκιον ἄλσος.
Αὐτὰρ ἔμ’ ἠδ’ ἑτάρους τρόμος ἔλλαβε· νόσφι δὲ μούνη
Μήδει’ ἐνὶ στέρνοισιν ἀκαμπέα θυμὸν ἐνώμα,
δρέψατο γὰρ παλάμῃσι λυγρῶν ἀποθρίσματα ῥιζῶν.
Καὶ τότ’ ἐγὼ φόρμιγγος ἐφήρμοσα θέσκελον ὀμφήν,
κλάγξας δ’ ἐξ ὑπάτης χέλυος, βαρυηχέα φωνὴν
σιγαλέοις ἄφθεγκτον ἐμοῖς ὑπὸ χείλεσι πέμπον.
Κλῇξα γὰρ Ὕπνον ἄνακτα θεῶν πάντων τ’ ἀνθρώπων,
ὄφρα μολὼν θέλξειε μένος βριαροῖο δράκοντος.
Ῥίμφα δέ μοι ὑπάκουσε, Κυτηΐδα δ’ ἷκτ’ ἐπὶ γαῖαν.
Κοιμίσσας δ’ὅ γε φῦλα πανημερίων ἀνθρώπων,
καὶ ζαμενεῖς ἀνέμων πνοιὰς καὶ κύματα πόντου,
πηγάς τ’ ἀενάων ὑδάτων ποταμῶν τε ῥέεθρα
θῆράς τ’οἰωνούς τε, τά τε ζώει τε καὶ ἕρπει
εὐνάζων, ἤμειψεν ὑπὸ χρυσέαις πτερύγεσσιν.
Ἷξε δ’ ἐπὶ στυφελῶν Κόλχων εὐανθέα χῶρον·
κῶμα δ’ ἄφαρ κατέμαρψε πελωρίου ὄσσε δράκοντος,
ἰσοπαλὲς θανάτῳ· δολιχὴν δ’ ἀμφὶ χθονὶ δειρὴν
θῆκε καρηβαρέων φολίσιν. Θάμβησε δ’ ἰδοῦσα
αἰνόποτμος Μήδεια, καὶ Αἴσονος ἀγλαὸν υἷα
ἧκ’ ἐπιθαρσύνουσα θοῶς πρέμνοιο λαβέσθαι
κῶας χρυσεόμαλλον· ὁ δ’οὐκ ἀπίθησεν ἀκούσας,
αὐτὰρ ἀειράμενος δέρας ἄπλετον ἷκτ’ ἐπὶ νῆα.
Ἥρωες Μινύαι μέγ’ ἐγήθεον, ἂν δ’ ἄρα χεῖρας
ἀθανάτοις ἤειραν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
Ὣς οἳ μὲν περὶ κῶας ὀπώπεον· αἶψα δ’ Αἰήτης
ἀμφιπόλων ἤκουσεν ἀποιχομένην Μήδειαν.
Ὦκα δ’ ἄρ’ Ἀψύρτῳ ἐπετέλλετο λαὸν ἀγείρειν,
μαστεύειν δ’ ἄρα παῖδα κασιγνήτην καὶ ὅπατρον.
Ἀλλά οἱ ὠκὺς ἔπειγε παρὰ προχοὰς ποταμοῖο
εἰς λόχον ἡρώων, ἔκιχεν δ’ ἄρα παρθένον αἰνήν.
Νὺξ δέ οἱ ἀστροχίτων μέσσην παράμειβε πορείαν·
ἐκ δ’ ἐτελεῖτο δόλος στυγερὸς καὶ κῆρες ἀϊδναὶ
Μηδείης ὑπ’ ἔρωτος ἐρικλυτοῦ Ἀψύρτοιο,
ὅν ῥα κατακτείναντες, ἐπὶ προχοὰς μεθέηκαν
ὀρνυμένου ποταμοῖο· φέρεν δ’ὅ γε χεύματι κραιπνῷ.
θεινόμενος δίναις εἰς κῦμ’ ἁλὸς ἀτρυγέτοιο
κέλσεν ὑπὲρ νήσων, Ἀψυρτίδας ἃς καλέουσιν·
ἀλλά οἱ οὔτι λάθον Δι’ Ἐπόψιον οὐδὲ Θέμιστα.
Αὐτὰρ ἐπεὶ νηὸς μὲν ἔσω κίον, ἐκ δ’ ἑκάτερθεν
ὄχθης πείσματ’ ἔκοψαν, ὑπ’ εἰρεσίῃς δὲ θοῇσι
πλεῖον ἐπειγόμενοι ποταμοῦ τάμον, οὔ τι κατ’ ευθὺ
Πόντον ἐπ’ ἰχθυόεντα διὰ στόμα Φάσιδος εὐρὺ
ἰέμεθ’, ἀμπλακίῃ δ’ ἐφορεύμεθα πολλὸν ὀπίσσω
αἰὲν ἀναπλείοντες· ἐλείπετο δ’ ἄστεα Κόλχων
ἀφραδέσιν Μινύαις, σκοτερὴ δέ τε ἄμφεχεν ὄρφνη.
Αὐτὰρ ἐπειγόμενοι θέομεν ῥόον ἀφραδίῃσι
μεσσάτιοι πεδίοιο. Βροτοὶ δέ μιν ἀμφινέμονται
γυμνοὶ Βουονόμαι τε καὶ Ἄρκυες ἀγροιῶται
Κερκετικῶν τ’ ἀνδρῶν φῦλον Σινδῶν τ’ ἀγερώχων
οἰμήσαντο μεσηγὺ Χαρανδαίων τ’ αὐλώνων
Καυκάσιον παρὰ πρῶνα διὰ στεινῆς Ἐρυθείας.
Ἀλλ’ὅτ’ ἀπ’ ἀντολίης ἐφάνη τερψίμβροτος Ἠώς,
ποιανθεῖ νήσῳ προσεκέλσαμεν· ἔνθα δὲ δισσὰ
χεύμασιν ἀπλήτοισι περισχίζουσι ῥέεθρα
Φᾶσις τ’ εὐρυμενὴς ἀκαλαρρείτης τε Σαράγγης,
τόν ῥά τε πλημμύρουσα διὰ χθονὸς εἰς ἅλα πέμπει
Μαιῶτις καναχηδὸν ἑλειονόμου διὰ ποίης.
Καὶ τόθ’ ὑπ’ εἰρεσίῃ πλέομεν διὰ νύκτα καὶ ἦμαρ.
Δισσαῖς δ’ ἐν τριμόροισι Βοὸς πόρον ἐξικόμεσθα
λίμνης ἂν τὸ μεσηγὺ, βοοκλόπος οὗ ποτε Τιτὰν
ταύρῳ ἐφεζόμενος βριαρῷ πόρον ἔσχισε λίμνης.
Καί ῥα πανημερίοισι πονεύμενοι εἰρεσίῃσι,
Μαιώτας πρώτους ἀφικάνομεν ἁβροχίτωνας
ἠδὲ Γελωνὸν ἔθνος Βαθυχαίτων τ’ ἄπλετα φῦλα
Σαυρομάτας τε Γέτας τε καὶ Ὑλαίους Κέκρυφάς τε
ἄρσωπάς τ’ Ἀρίμασπας, ἔθνη πολυπάμονα λαῶν
ὧν περιναιετάει γενεὴ Μαιώτιδα λίμνην.
Αὐτὰρ ἐπεὶ ῥ’ ἐν τοῖσι δύην ἀμέγαρτον ἔθηκαν
ἀθάνατοι, πύματον δὲ μυχοῦ διαμείψαμεν ὕδωρ,
ὄχθῃσι χθαμαλῇσιν ἀποβλύει αἰπὺν ὄλεθρον
ῥοίζῳ ἐλαυνομένη, καναχῇ δέ τοι ἄσπετος ὑγρὴ
ἀρκτῴοις περάτεσσιν ἐπέρχεται Ὠκεανόνδε·
τῇ ῥα τόθ’ ἁρπαχθεῖσα διὰ στόματος κίεν Ἀργώ.
Ἐννέα μὲν νύκτας τε καὶ ἤματα μοχθίζοντες,
λείπομεν ἔνθα καὶ ἔνθα βροτῶν ἀγνηνέα φῦλα
Πακταίων Αρκτίων τε γένος Λελίων τ’ ἀγερώχων,
τοξοφόρους τε Σκύθας, Ἄρεος πιστοὺς θεράποντας,
Ταύρους τ’ ἀνδροφόνους, οἳ ἀμειδέα θύσθλα φέρουσι
Μουνυχίῃ, βροτέῳ δ’ ἐπιδεύεται αἵματι κρητήρ,
ἠδ’ δ’ ἄρ’ Ὑπερβορέους, Νομάδας καὶ Κάσπιον ἔθνος.
Αὐτὰρ ἐπεὶ δεκάτη ἐφάνη φαεσίμβροτος Ἠώς,
Ῥιπαίους αὐλῶνας ἐκέλσαμεν· ἐκ δ’ ἄφαρ Ἄργώ,
αἰὲν ἐπιπροθέουσα διὰ στεινοῖο ῥεέθρου,
ἔμπεσεν Ὠκεανῷ· Κρόνιον δέ ἑ κικλήσκουσι
πόντον Ὑπερβόρεοι μέροπες νεκρήν τε θάλασσαν.
Οὐκέτι δὲ προφυγεῖν ἐδοκεύμεθα λυγρὸν ὄλεθρον,
εἰ μὴ ἄρ’ὁρμαίνουσαν ὑπὸ κρατερῆφι βίηφι
νῆα μολεῖν ἴθυν’ ἐπὶ δεξιὸν αἰγιαλοῖο
Ἀγκαῖος, ξεστοῖσι πιθήσας πηδαλίοισιν·
ἡ δ’ ἔθορεν δισσαῖσι βιησαμένη παλάμῃσιν.
Ἀλλ’ὅτε δὴ μογερῇσιν ἐδαμνάμεθ’ εἰρεσίῃσι,
χεῖρες δ’οὐκέτ’ ἔμιμνον, ἀκηχέμενοι δὲ φίλον κῆρ,
πήχεας ἀμπλέξαντες ἐνηρείσαντο μέτωπα,
ἱδρῶ ἀποψύχοντε, κέαρ δέ τε τείρετο λιμῷ.
Ἀγκαῖος δ’ ἐξᾶλτο καὶ ἄλλους πάντας ὄτρυνεν
ἥρωας, μαλακοῖσι παραιφάμενος ἐπέεσσιν.
Οἳ δ’ ἐπεὶ οὖν τέναγός τε πολυστρέπτοισι κάλωσι
βάντες ὑπὲρ τοίχων ἅλα δὲ σφυρὰ κοῦφα βάλοντο·
ὦκα δ’ ἄρ’ ἀρτήσαντο πολυστρέπτοισι κάλωσι
πρύμνης ἐξ ὑπάτης δολιχὴν μήρινθα βαλόντες
Ἄργος τ’ Ἀγκαῖός τε καὶ ἀρχὰς δῶκαν ἑλέσθαι
ἥρωσιν. Τοὶ δ’ αἶψα δι’ αἰγιαλοῖο θέοντες
σῦρον ἐπειγόμενοι· σὺν δ’ ἕσπετο ποντοπόρος νηῦς
τέμνουσ’ ὑγρὰ κέλευθα παρὰ ξεστοῖς κροκάλοισιν.
Οὐ γάρ οἱ λιγὺς οὖρος ὑπὸ πνοιῇσιν ὀρίνει
βυκτάων ἀνέμων κείνην ἅλα· κωφὰ δὲ πόντος
κεῖθ’ ὑπένερθ’ Ἑλίκης καὶ Τηθύος ἔσχατον ὕδωρ.
Αὐτὰρ ἐπεὶ ἕκτη φαεσίμβροτος ἤλυθεν Ἠώς,
ἔθνος ἐς ἀφνειὸν καὶ πλούσιον ἐξικόμεσθα
Μακροβίων, οἳ δὴ πολέας ζώουσ’ ἐνιαυτούς,
δώδεκα χιλιάδας μηνῶν ἑκατονταετήρους,
πληθούσης ἥβης χαλεπῶν ἔκτοσθεν ἁπάντων·
αὐτὰρ ἐπεὶ μηνὸς τὸ πεπρωμένον ἐξανύσωσιν,
ὕπνῳ ὑπὸ γλυκερῷ θανάτου μάρπτουσι τελευτήν.
Οὐ δ’ ἄρα τοῖσι μέλει βίοτος καὶ ἔργ’ ἀνθρώπων,
ποίαις δ’ ἐν μεσάταις μελιηδέα φορβὰ νέμονται
ἕρσῃ ὑπ’ ἀμβροσίῃ θεῖον ποτὸν ἐξαρύοντες,
πάντες ὁμῶς στίλβοντες ὁμηλικίην ἐρατεινήν.
Μειλιχίη δέ τοι αἰὲν ἐπ’ὀφρύσι νεῦσε Γαλήνη
παίδεσιν ἠδὲ τοκεῦσιν ἐπιφροσύνῃσι νόοιο
αἴσιμά τε ῥέζειν πεπνυμένα τ’ ἐξαγορεύειν.
Καὶ τοὺς μέν ῥ’ ἀθρόους παραμείβομεν· αἰγιαλὸν δὲ
ποσσὶν ἐπιστείβοντες, ἔπειτα δὲ Κιμμερίοισι
νῆα θοὴν ἐπάγοντες ἱκάνομεν, οἵ ῥά τε μοῦνοι
αἴγλης ἄμμοροί εἰσι πυριδρόμου Ἠελίοιο.
Ἐν μὲν γὰρ Ῥίπαιον ὄρος καὶ Κάλπιος αὐχὴν
ἀντολίας εἴργουσιν· ἐπικρέμαται δὲ πελώρη
ἆσσον ἐπισκιάουσα μεσημβρινὸν ἠέρα Φλέγρη·
δείελον αὖ κρύπτουσι φάος ταναηκέες Ἄλπεις
κείνοισιν μερόπεσσιν, ἀχλὺς δ’ ἐπικέκλιται αἰεί.
Ἔνθεν ἀφορμηθέντες, ἐπειγόμενοι δὲ πόδεσσιν
ἵξομεν ἀγκῶνα στυφελὸν καὶ νήνεμον ἀκτήν,
ἔνθα περ ἀμβλύζων ποταμὸς δίναισι βαθείαις
θείει χρυσορόας Ἀχέρων κρυεροῦ διὰ χώρου,
ἀργυροειδὲς ὕδωρ προρέων, λίμνη τε κελαινὴ
ἀνδέχεται· παταγεῖ δὲ παρ’ὄχθαισιν ποταμοῖο
δένδρεα τηλεθάοντα ποτισχεδὸν οἷσι καρπὸς
βέβριθεν νύκτας τε καὶ ἤματα συνεχὲς αἰεί.
Ἀμφὶ δέ οἱ χθαμαλή τε καὶ εὔβοτος Ἑρμιόνεια
τείχεσιν ἠρήρεισται ἐϋκτιμέναις ἐπ’ ἀγυιαῖς.
Ἐν δὲ γένη ζώουσι δικαιοτάτων ἀνθρώπων
οἷσιν ἀποφθιμένοις ἄνεσις ναύλοιο τέτυκται,
καὶ δ’ αὐταὶ ψυχαὶ μετεκίαθον εἰς Ἀχέροντα
πορθμίδος ἐκ γλαφυρῆς· σχεδόθεν δέ οἱ εἰσὶ πόληος
ἄρρηκτοί τ’ Ἀίδαο πύλαι καὶ δῆμος Ὀνείρων.
Ἀλλ’ὅτε δὴ καὶ τῶνδε πόλιν καὶ ἤθεα λαῶν
σφῇ ἄτῃ βαρὺν οἶτον ἀναπλήσαντες ἔβημεν,
δή ῥα τότ’ Ἀγκαῖος νηὸς κίεν, αἶψα δὲ πάντας
εἰσβαίνειν ἐκέλευσε κεκμηότας ἄμμιγ’ ἑταίρους·
τοὺς ὅγε καὶ μύθοισι προσηύδα μειλιχίοισι·
“Τλῆτε, φίλοι, τὸν μόχθον· ἐπεὶ νύ τοι οὔ τι χέρειον
ἔλπομαι ἀντήσεσθαι. Ἐπιφρίσσοντα γὰρ ἤδη
ἀκραῆ Ζέφυρον καταδέρκομαι, οὐδ’ ἀτέκμαρτον
ὕδωρ Ὠκεανοῦ κελαρύζεται ἐν ψαμάθοισιν.
Ἀλλὰ θοῶς ἱστὸν μὲν ἀναστήσασθε μεσόδμῃ,
λύσατε δὲ προτόνοις ὀθόνας· ἐκ δ’ὅπλα χέοντες
σφίγξατ’ ἐπισταμένως τοίχων ἑκάτερθε βαλόντες.”
Ὣς οἳ μὲν τὰ ἕκαστα πονείαθον· ἐκ δ’ ἄρα κοίλης
νηὸς ἐπιβρομέουσα Τομαριὰς ἔκλαγε φηγὸς
ἥν ποθ’ ὑπ’ Ἀργῴαισι τομαῖς ἡρμόσσατο Παλλάς.
Ὧδε δ’ ἔφη, θάμβος δὲ περὶ φρένας ἵκετο πάντας·
“Ὤ μοι ἐγὼν, ὄφελόν με διαρραισθεῖσαν ὀλέσθαι
Κυανέαις πέτρῃσιν ἐν Ἀξείνῳ τε κλύδωνι
ἢ καὶ νῦν ἀναπύστῳ ἀϊδρείῃ βασιλήων
νώνυμνον φορέεσθαι· ἐπεὶ νῦν αἰὲν Ἐριννὺς
αἵματος ἐμφύλοιο δεδουπότος Ἀψύρτοιο
ὑστερόπους ἕπεται, στέργει δὲ τοι ἄτῃ ἐπ’ ἄτην.
Νῦν γὰρ δὴ λυγρῆς τε καὶ ἀργαλέης κακότητος
λήξομαι, εἰ νήσοισιν Ἰερνίσιν ἆσσον ἵκωμαι.
Εἰ μὴ γάρ μ’ ἱερῇσιν ἐπιγνάμψαντες ἄκρῃσι
κόλπον ἔσω γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης
ἵξεσθ’, ἂμ πέλαγος Ἀτλαντικὸν ἐκτὸς ἵκωμαι.”
Ὣς εἰποῦσ’ αὐδὴν κατερήτυεν· ἐν δ’ ἄρα θυμὸς
παχνώθη Μινύαισι διαμπερές· ἦ γὰρ ἔμελλον
σχήσειν λυγρὸν ὄλεθρον Ἰάσονος εἵνεκα φίλτρων.
Πολλὰ δὲ μερμήριζον ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
ἤ μιν ἀποφθίσωσι καὶ ἰχθύσι κύρμα βάλωσιν
αἰνολεχῆ Μήδειαν, ἀποστρέψωσι δ’ Ἐριννύν,
εἰ μὴ ἄρ’ὀξὺ νόησε περικλυτὸς Αἴσονος υἱὸς
καὶ τότε λισσόμενος θυμὸν κατερήτυ’ ἑκάστου.
Αὐτὰρ ἐπεί τ’ Ἀργοῦς ἐτυμηγόρον ἔκλυον ὀμφήν,
ἧντο παρὰ σκαλμοῖσι θοῶς, λάζοντο δ’ ἐρετμά.
Ἀγκαῖος δ’οἴακας ἐπισταμένως ἐτίταινε,
πὰρ δ’ ἄρα νῆσον ἄμειβον Ἰερνίδα. Καί οἱ ὄπισθεν
ἷκτο καταΐγδην δνοφερὴ βρομέουσα θύελλα,
ἐν δ’ὀθόνας κόλπωσε. Θέεν δ’ ἄφαρ ὑγρὸν ἐπ’οἶδμα
νηῦς· οὐδ’ ἄρ τις ἐσαῦθις ἀναπνεύσεσθαι ὀλέθρου
ἤλπετο· δωδεκάτη γὰρ ἐπήϊεν ἠριγένεια.
Οὐδέ τις ἔγνω ᾗσιν ἐνὶ φρεσὶν οὗ ποτ’ ἄρ’ ἐσμέν,
εἰ μὴ ἐπ’ ἐσχατιαῖς ἀκαλαρρόου Ὠκεανοῖο
Λυγκεὺς εἰσενόησεν—ὁ γὰρ τηλωπὸν ὄπωπε—
νῆσον πευκήεσσαν ἰδ’ εὐρέα δώματ’ ἀνάσσης
Δήμητρος· περὶ δ’ αὖτε μέγα νέφος ἐστεφάνωται.
Ὧν πέρι μῦθον ἅπαντ’ ἔκλυες, Μουσαῖε δαΐφρον,
ὥς ποτε Φερσεφόνην τέρεν’ ἄνθεα χερσὶ δρέπουσαν
ἐξάπαφον συνόμαιμοι ἀν’ εὐρύ τε καὶ μέγα ἄλσος·
αὐτὰρ ἔπειθ’ ὥς μιν Πλουτεὺς κυανότριχας ἵππους
ζευξάμενος κούρην ἐπεβήσατο δαίμονος αἴσῃ,
ἁρπάξας δ’ ἔφερεν διὰ κύματος ἀτρυγέτοιο.
Δὴ τότ’ ἐγὼν ἀπόειπον ἐπιπλώοντα νέεσθαι
νήσου ἐπὶ ῥηγμῖνα καὶ αἰγλήεντα τέρεμνα,
ἐνθ’οὔ τις σὺν νηῒ περᾷ μερόπων ἀνθρώπων·
οὐ γάρ οἵ ἐστὶ λιμὴν νηῶν ὀχὸς ἀμφιελισσῶν,
ἀλλά οἱ ἠλίβατος πέτρη περὶ πάντα πέφυκεν
ὑψηλή, τά τε καλὰ φύει μενοεικέα δῶρα.
Καὶ τότ’ ἄρ’οὐκ ἀπίθησε νεὸς κυανοπρῴροιο
ἰθύντωρ Ἀγκαῖος· ἀνέτρεχε δ’ αἶψ’ ἀνορούων,
σκαιὸν ὑπεγκλίνας οἰήϊον· ἐν δ’ ἄρ’ ἔπειθε
μή τι κατ’ εὐθὺ περᾶν, ἐπὶ δέξια δ’ ἧγε θέουσαν.
Ἤματι δὲ τριτάτῳ Κίρκης δόμον ἐξικόμεσθα
Λυγκαῖον ποτὶ χέρσον ἁλιστεφέας τε θεράπνας.
Καὶ τότ’ ἄρ’ αἰγιαλοῖσιν ἐκέλσαμεν ἀχνύμενοι κῆρ,
πείσματα δ’ ἐν πέτρῃσιν ἐδήσαμεν. Ἐκ δ’ ἄρ’ Ἰήσων
νηὸς ἀποπροέηκε μολεῖν ἐρίηρας ἑταίρους,
διζομένος εἴ τίς σφε βροτῶν ἀν’ ἀπείρονα γαῖαν
ναιετάει, γνῶναι δὲ πόλιν καὶ ἤθεα λαῶν.
Τοῖς δ’ ἄφαρ ὠμάρτησε καταντίον ἐρχομένοισι
κούρη ὁμογνήτη μεγαλόφρονος Αἰήταο,
Ἠελίου θυγάτηρ—Κίρκην δέ ἑ κικλήσκουσι
μήτηρ Ἀστερόπη καὶ τηλεφανὴς Ὑπερίων—,
ἥ ῥα θοῶς ἐπὶ νῆα κατήλυθεν. Ἐκ δ’ ἄρα πάντες
θάμβεον εἰσορόωντες· ἀπὸ κρατὸς γὰρ ἔθειραι
πυρσαῖς ἀκτίνεσσιν ἀλίγκιοι ᾐώρηντο·
στίλβε δὲ καλὰ πρόσωπα, φλογὸς δ’ ἀπέλαμπεν ἀϋτμή.
Αὐτὰρ ἐπεὶ Μήδειαν ἐσέδρακεν ὀφθαλμοῖσι
λῖτι καλυπτομένην—ἑανῷ δ’ ἀμφέσχε παρειὰς
αἰδομένη· χλωρὸν γὰρ ὑπὸ στέρνοις ἀκάχητο—,
τὴν τότ’ ἐποικτείρουσα προσηύδα καὶ φάτο Κίρκη·
“Ὦ δειλή, τί νύ σοι τοίην Κύπρις ὤπασε μοῖραν;
Οὐ γάρ τοι λελάθεσθε ἅ περ ῥέξαντες ἵκεσθε
νῆσον ἐφ’ ἡμετέρην—πανετώσιον—εἵνεκα πατρὸς
γηραιοῦ κάσιός τε, τὸν ἐκπάγλως ὀλέσαντες
Οὐδὲ γὰρ ὔμμε πάτρῃσιν οἴομαι ἆσσον ἱκέσθαι,
αἰὲν ἀναγνίστοισιν ἀλιτροσύναις ἀκέοντες.
μέσφ’ὅτ’ ἂν ἐκνίψησθε μύσος θείοισι καθαρμοῖς
Ὀρφέoς ἰδμοσύνῃσι παρὰ κροκάλοισι Μαλείης,
Οὐδὲ γὰρ ἡμετέροιο δόμου θέμις ἐντὸς ἱκέσθαι
προστροπίους, τοίῳ κε λύθρῳ πεπαλαγμένοι ἐστέ.
Ἀλλά μιν αὐτίκ’ ἐγὼ πρόφρων ξεινήϊα πέμψω,
σῖτον καὶ μέθυ λαρὸν ἔχειν, σὺν δὲ κρέα πολλά.”
Ὣς εἰποῦσ’ ἄψορρος ἀπέπτατο· νηῒ δὲ μέσσῃ
δαιτός τ’ ἠδὲ ποτοῖο τετυγμένα τεύχε’ ἔκειτο.
Ἂν δ’ ἄρ’ ἐπειγομένοισι θέεν λιγὺς οὖρος ἀῆναι·
καὶ τότε λυσάμενοι κείνης ἀπὸ πείσματα νήσου,
κῦμα διαπρήσσοντες ἀνὰ στόμα Ταρτησσοῖο
ἱκόμεθα. Στήλαισι δ’ ἐκέλσαμεν Ἡρακλῆος·
ἄκραις δ’ ἀμφ’ ἱεραῖσι Διωνύσοιο ἄνακτος
μίμνομεν ἑσπέριοι· δαιτὸς γὰρ ἐδεύετο θυμός.
Τῆμος δ’ ἀντολίαισιν ἐγείρετο φωσφόρος αἴγλη,
ὄρθριοι εἰρεσίῃς γλαυκὴν ἐχαράξαμεν ἅλμην,
Σαρδῷον δ’ ἱκόμεσθα βυθὸν κόλπους τε Λατίνων,
νήσους τ’ Αὐσονίας, Τυρρηνὰς δ’ ἱξομεν ἀκτάς.
Αὐτὰρ ἐπεὶ Λιλύβαιον ἐπέσχομεν ἠχέτα πορθμὸν
τριγλώχινά τε νῆσον ἐπέσχομεν Ἐγκελάδοιο
Αἰτναῖον φλόξ σφιν ἄρ’ ἐρητύει μεμαῶτας,
δὴ τόθ’ ὑπὲρ πρῴρης ὀλοὸν περιέζεεν ὕδωρ
νειόθεν—ἐκ μυχάτου δὲ βυθοῦ ῥοίβδησε Χάρυβδις
κύματι καχλάζοντι—καὶ ἱστίον ἄκρον ἵκανε.
Νῆα δ’ ἄρ’ αὐτόθι οἱ κατέχεν ῥόος, οὐδέ μιν εἴα
προπροθέειν, οὐδ’ αὖθις ἀναρρώεσθαι ὀπίσσω,
κοίλῳ ἔπὶ λυγρῷ δὲ περιστροφάδην ἀλάλητο.
Ἦ τάχα καὶ δύσεσθ’ Ἀργὼ κατὰ βένθε’ ἔμελλεν
εἰ μὴ πρεσβίστη θυγάτηρ Ἁλίοιο Γέροντος
εὐρυβίην Πηλῆα πόσιν λελίητο ἰδέσθαι.
Μειλιχίη δ’ ἔκδυτο βυθοῦ καὶ ῥύσατ’ὀλέθρου
Ἀργῴαν ἄκατον καὶ ὑπ’ ἰλύος ἐξεσάωσε.
Δὴ τότε οἱ πλώοντες ἐπέσχομεν οὐ μάλα τηλοῦ
προβλῆτα σκόπελον· πέτρη δ’ ἐφύπερθεν ἀπορρώξ
λισσοῖς χηραμόνεσσιν ἐπιθρώσκουσα βιᾶται
πόντον ἔσω, χαροπὸν δ’ ἄρ’ ὑποβρέμει ἔνδοθι κῦμα.
Ἔνθα δ’ ἐφεζόμεναι λιγυρὴν ὄπα γηρύουσι
κοῦραι, ἀνοστήτους δὲ βροτοὺς θέλγουσιν ἀκουᾷ.
Δὴ τότε δὴ Μινύαισιν ἐφήνδανε πύστις ἀοιδῆς
Σειρήνων· οὐδέ σφι παραπλώσεσθαι ἔμελλον
φθογγὴν οὐλομένην—χειρῶν δέ οἱ ἧκαν ἐρετμά,
Ἀγκαῖος δ’ ἴθυνεν ἐπὶ προβλῆτα κολωνόν—
εἰ μὴ ἐγὼ φόρμιγγα τιταινόμενος παλάμῃσι
μητρὸς ἐμῆς ἐκέρασσ’ εὐτερπέα κόσμον ἀοιδῆς.
Ἤειδον δὲ λιγὺ κλάζων διὰ θέσκελον ὕμνον
ὥς ποτέ οἱ δήρισαν ἀελλοπόδων ὑπὲρ ἵππων
Ζεὺς ὑψιβρεμέτης καὶ πόντιος Ἐννοσίγαιος,
αὐτὰρ Κυανοχαῖτα χολωσάμενος Διὶ πατρὶ
τύψε Λυκαονίην γαίαν χρυσέηφι τριαίνῃ
καί ῥα κατ αΐγδην κέδασεν κατ’ ἀπείρονα πόντον
νήσους εἰναλίας ἔμεναι, τάς ῥ’ ἐξονόμηναν
Σαρδώ τ’ Εὔβοιάν τ’, ἐπὶ δ’ αὖ Κύπρον ἠνεμόεσσαν.
Δὴ τότε φορμίζοντος ἀπὸ σκοπέλου λοφόεντος
Σειρῆνες θάμβησαν, ἑὴν δ’ ἄμπαυσαν ἀοιδήν.
Καί ῥ’ ἡ μὲν λωτούς, ἡ δ’ αὖ χέλυν ἔκβαλε χειρῶν·
δεινὰ δ’ ἀνεστονάχησαν, ἐπεὶ πότμος ἤϊε λυγρὸς
μοιριδίου θανάτου. Ἀπὸ δὲ σφέας ῥωγάδος ἄκρης
ἐς βυσσὸν δίσκευσαν ἁλιρροθίοιο θαλάσσης,
πέτραις δ’ ἠλλάξαντο δέμας μορφήν θ’ ὑπέροπλον.
Αὐταρ ἐπεὶ καὶ τόνδε πότμον παράμειψε θέουσα
Ἀργώ, κῦμα δὲ πόντου ἰδ’ εὐρέα κόλπον ἵκανε
λαιψηροῖς πλήθουσα κατὰ προτόνων ἀνέμοισι,
Κέρκυραν ζαθέην ἐξίκετο, τήν σφιν ἔναιον
ἴδριες εἰρεσίης καὶ ἁλιπλάγκτοιο πορείης
Φαίηκες· τοῖσιν δ’ ἄρ’ ἐφημοσύναισι θέμιστας
Ἀλκίνοος κραίνεσκε δικαιότατος βασιλήων.
Πείσματ’ ἀναψάμενοι πορσύνομεν ἱερὰ θύσθλα
Ζηνὶ Πανομφαίῳ καὶ Ἐπακτίῳ Ἀπόλλωνι.
Ἐν δ’ ἄρ’ ὑπ’ εἰρεσίῃσιν ἐπειγόμενοι φορέοντο
νηυσὶν ἀπειρεσίαις βριαρὸς λόχος Αἰήταο
Κόλχων Ἐρραύων τε, Χαρανδαίων Σολύμων τε
διζόμενος Μινύας, τόφρ’ ἂν Μήδειαν ἄγοιντο
ὄψιν ἐς Αἰήταο πατρός, τίσειε δ’ ἀμοιβὰς
σφῇσιν ἀτασθαλίῃσιν ἀδελφειοῦ κταμένοιο.
Ἀλλ’ὅτε δὴ κοίλου λιμένος μυχῷ ἆσσον ἵκοντο,
αἶψα δ’ ἄρ’ Ἀλκινόοιο δόμον κήρυκες ἔβαινον,
Μηδείης λύτο γοῦνα, δέος δ’ ὤχρειε παρειάς,
μή οἱ ἑλὼν ἀέκουσαν ἑὸν πέμψειε δόμον δὲ
Φαιήκων βασιλεὺς ἀνάπυστά τε ἔργα γένοιτο.
Ἀλλ’οὔ οἱ τάδε Μοῖρα τελεσσίνοος κατένευσε,
πρὶν δή τοι Πελίαο δόμοις ἐπὶ λυγρὸν ὄλεθρον
αὐτῷ τε κρείοντι φέροι κακὸν οἶτον Ἰήσων.
Ἀλλ’ὅτε δὴ βασιλῆος ἀπηνέος ἔκλυον αὐδὴν
Ἀρήτη ῥοδόπηχυς ἰδ’ Ἀλκίνοος θεοειδής,
Ἀλκίνοος μέν ῥ’ ὦκ’ ἐπετέλλετο κηρύκεσσι
κούρην ἀμφήριστον ἄγειν ἀπὸ νηὸς ἐρυμνῆς,
τείσεσθαι ᾧ πατρὶ δίκην ἀλιτημοσυνάων·
Ἀρήτη δ’ ᾤκτειρεν ἀγακλειτὴ βασίλεια,
μείλιχα παρφαμένη δὲ τὸν ὃν πόσιν ὠδ’ ἀγόρευεν·
“Οὐ μὲν δὴ φίλον ἐστὶν ἀπό ῥ’ ὤσασθαι ὁμεύνου
λέκτρων τε στερέσαι, σβέσσαι τ’ ἐκ πυρσὸν ἔρωτος.
Θυμαίνει μάλα γάρ σφι Διωναίη Ἀφροδίτη,
ἀνδράσιν ἠδὲ γυναιξίν, ὅ τις τάδε μήσεται ἔργα.
Ἀλλ’ εἰ μὲν κούρη πέλεται καὶ ἄχραντος ἱκάνει,
οἰχέσθω πατρός τε δόμον καὶ ἤθεα Κόλχων·
εἰ δ’ ἐν νυμφιδίοις ὀάροις λέκτρῳ τε κλιθεῖσα
παρθενίην ᾔσχυνεν, ἑὸς πόσις ἄμ μιν ἀγέσθω.”
Ὣς ἔφατ’· Ἀλκινόῳ δὲ περὶ φρένας ἥνδανε μῦθος·
Καί ῥ’οὕτω τάδε πάντα τελευτήσεσθαι ἔμελλεν.
Ἀλλ’οὔ οἱ βουλὴ Μινύας λάθεν· αἶψα γὰρ Ἥρη
νηὸς ἔπι προθοροῦσα, θοῶς φάτο καὶ κατέλεξε,
δμωὶ δέμας εἰκυῖα, τά οἱ μήτιον ἄνακτες.
Δὴ τότε Μηδείῃ θαλάμων πορσύνετο λέκτρον
πρύμνῃ ἐπ’ ἀκροτάτῃ, περὶ δ’ ἐστορέσαντο χαμεύνην,
ἀμφ’ αὐτῇ χρύσειον ἐφαπλώσαντες ἄωτον.
Αὐτὰρ ἐπεὶ δοράτεσσιν ἐπαρτήσαντο βοείας
τεύχεά τε, κρύπτοντε γάμων αἰδέσσιμον ἔργον,
καὶ τότε παρθενίης νοσφίζετο κούριον ἄνθος
αἰνόγαμος Μήδεια δυσαινήτοις ὑμεναίοις.
Αὐτὰρ ἐπεὶ βασιλῆος ἀμύμονος ὄψιν ἵκοντο
Κόλχοι καὶ Μινύαι καὶ ἐμυθήσαντο ἕκαστα,
ἐκ δ’ ἔλαχ’ Αἰσονίδης ἄλοχον Μήδειαν ἄγεσθαι
Ἀλκινόου, τοὶ δ’ ὦκα λύοντ’ ἐκ πείσματα νηός.
Δὴ τόθ’ ὑπ’ εἰρεσίῃσι θέεν πολυηγόρος Ἀργὼ
Ἀμπρακίου κόλποιο διαπρήσσουσα κέλευθα.
Ἔνθα τί τοι, Μουσαῖε θεηγενές, ἐξαγορεύσω
ὅσσ’ ἔπαθον Μινύαισιν ὁμοῦ ποτὶ Σύρτιν ἀήταις,
ἢ πῶς ἐξεσάωθεν ἁλιπλάγκτοιο πορείης,
ὅσσα δ’ ἄρ’ ἐν Κρήτῃ πάθον ἄλγεα τετληῶτες,
χάλκειον τριγίγαντα δοκεύμενοι ὄφρ’ ἱκόμεσθα,
ὅς ῥά οἱ οὐκ εἴα λιμένων ἔντοσθεν ἱκέσθαι,
ἠδ’ ὡς θεινόμενοι βαρυηχέϊ κύματι πόντου
ῥίμφα τε κυανέῃσι βαρυνόμενοι νεφέλῃσιν,
ἠλπόμεθα σκοπέλοισι Μελαντείοισιν ἱκέσθαι
νῆα θοήν; Παιὰν δ’ ἄρ’ ἑκηβόλος ἀγχόθι ναίων
Δήλου ἀπὸ κραναῆς ἧκεν βέλος, ἐκ δ’ ἀνέφηνε
μεσσατίων Σποράδων· Κρανάην δέ ἑ πάντες ὀπίσσω
νῆσον ἐπικλήσκουσι περικτίονες ἄνθρωποι.
Ἀλλ’οὔ οἱ θέμις ἔσκε διαμπερὲς ἐξ ἁλὸς ἔρξαι
Αἰσονίδην· περὶ γάρ ῥα λύτρον φέρεν. Ἆλτο δ’ὀπίσσω
Μοῖρ’ὀλοή· κότεεν γὰρ ἀπιφραδέως Ὑπερίων.
Ἀλλ’ὅθ’ ὑπ’ εἰρεσίῃς Μαλεάτιδας ἱκόμεθ’ ἄκρας,
Κίρκης ἐννεσίῃσιν ἀπορρύψεσθαι ἔμελλον
ἀρὰς Αἰήτεω καὶ νηλιτόποινον Ἐριννύν.
δὴ τότ’ ἐγὼ Μινύαισιν ἐφ’ ἱερὰ λύτρα καθαρμῶν
ῥέξα καὶ ἐλλισάμην Γαιήοχον Εἰνοσίγαιον
νόστον ἐπειγομένοις δόμεναι γλυκερούς τε τοκῆας.
Καί ῥ’οἳ μὲν πλώοντες ἐϋκτιμένην ἐπ’ Ἰωλκὸν
θῦνον. Ἐγὼ δ’ ἱκόμην ἐπὶ Ταίναρον ἠνεμόεντα,
ὄφρα κεν ἔντομα ῥέξω ἀγακλειτοῖς βασιλεῦσιν
οἵ τ’ ἄρα νερτερίων βερέθρων κληῖδας ἔχουσιν.
Ἔνθεν δ’ὁρμηθεὶς ἐσύθην χιονώδεα Θρῄκην
Λειβήθρων ἐς χῶρον, ἐμὴν ἐς πατρίδα γαῖαν·
ἄντρον δ’ εἰσεπέρησα περικλυτόν, ἔνθα με μήτηρ
γείνατ’ ἐνὶ λέκτροις μεγαλήτορος Οἰάγροιο.